Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 7

συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τη̃ς μητρὸς συλλημφθέντας ἀναγκάζεσθαι ὑπὸ του̃ βασιλέως ἀπὸ τω̃ν ἀθεμίτων ὑείων κρεω̃ν ἐφάπτεσθαι μάστιξιν καὶ νευραι̃ς αἰκιζομένους
εἱ̃ς δὲ αὐτω̃ν γενόμενος προήγορος οὕτως ἔφη τί μέλλεις ἐρωτα̃ν καὶ μανθάνειν ἡμω̃ν ἕτοιμοι γὰρ ἀποθνή̨σκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυρου̃ν
τω̃ν δὲ παραχρη̃μα ἐκπυρωθέντων τὸν γενόμενον αὐτω̃ν προήγορον προσέταξεν γλωσσοτομει̃ν καὶ περισκυθίσαντας ἀκρωτηριάζειν τω̃ν λοιπω̃ν ἀδελφω̃ν καὶ τη̃ς μητρὸς συνορώντων
ἄχρηστον δὲ αὐτὸν τοι̃ς ὅλοις γενόμενον ἐκέλευσεν τη̨̃ πυρα̨̃ προσάγειν ἔμπνουν καὶ τηγανίζειν τη̃ς δὲ ἀτμίδος ἐφ' ἱκανὸν διαδιδούσης του̃ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τη̨̃ μητρὶ γενναίως τελευτα̃ν λέγοντες οὕτως
ὁ κύριος ὁ θεὸς ἐφορα̨̃ καὶ ται̃ς ἀληθείαις ἐφ' ἡμι̃ν παρακαλει̃ται καθάπερ διὰ τη̃ς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ὠ̨δη̃ς διεσάφησεν Μωυση̃ς λέγων καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται
μεταλλάξαντος δὲ του̃ πρώτου τὸν τρόπον του̃τον τὸν δεύτερον ἠ̃γον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τη̃ς κεφαλη̃ς δέρμα σὺν ται̃ς θριξὶν περισύραντες ἐπηρώτων εἰ φάγεσαι πρὸ του̃ τιμωρηθη̃ναι τὸ σω̃μα κατὰ μέλος
ὁ δὲ ἀποκριθεὶς τη̨̃ πατρίω̨ φωνη̨̃ προσει̃πεν οὐχί διόπερ καὶ οὑ̃τος τὴν ἑξη̃ς ἔλαβεν βάσανον ὡς ὁ πρω̃τος
ἐν ἐσχάτη̨ δὲ πνοη̨̃ γενόμενος εἰ̃πεν σὺ μέν ἀλάστωρ ἐκ του̃ παρόντος ἡμα̃ς ζη̃ν ἀπολύεις ὁ δὲ του̃ κόσμου βασιλεὺς ἀποθανόντας ἡμα̃ς ὑπὲρ τω̃ν αὐτου̃ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωη̃ς ἡμα̃ς ἀναστήσει
10 μετὰ δὲ του̃τον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλω̃σσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χει̃ρας εὐθαρσω̃ς προέτεινεν
11 καὶ γενναίως εἰ̃πεν ἐξ οὐρανου̃ ταυ̃τα κέκτημαι καὶ διὰ τοὺς αὐτου̃ νόμους ὑπερορω̃ ταυ̃τα καὶ παρ' αὐτου̃ ταυ̃τα πάλιν ἐλπίζω κομίσασθαι
12 ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτω̨̃ ἐκπλήσσεσθαι τὴν του̃ νεανίσκου ψυχήν ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο
13 καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι
14 καὶ γενόμενος πρὸς τὸ τελευτα̃ν οὕτως ἔφη αἱρετὸν μεταλλάσσοντας ὑπ' ἀνθρώπων τὰς ὑπὸ του̃ θεου̃ προσδοκα̃ν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ' αὐτου̃ σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται
15 ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ἠ̨κίζοντο
16 ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἰ̃πεν ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὢν ὃ θέλεις ποιει̃ς μὴ δόκει δὲ τὸ γένος ἡμω̃ν ὑπὸ του̃ θεου̃ καταλελει̃φθαι
17 σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλει̃ον αὐτου̃ κράτος ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιει̃
18 μετὰ δὲ του̃τον ἠ̃γον τὸν ἕκτον καὶ μέλλων ἀποθνή̨σκειν ἔφη μὴ πλανω̃ μάτην ἡμει̃ς γὰρ δι' ἑαυτοὺς ταυ̃τα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτω̃ν θεόν ἄξια θαυμασμου̃ γέγονεν
19 σὺ δὲ μὴ νομίση̨ς ἀθω̨̃ος ἔσεσθαι θεομαχει̃ν ἐπιχειρήσας
20 ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθη̃ς ἀξία ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορω̃σα μια̃ς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας
21 ἕκαστον δὲ αὐτω̃ν παρεκάλει τη̨̃ πατρίω̨ φωνη̨̃ γενναίω̨ πεπληρωμένη φρονήματι καὶ τὸν θη̃λυν λογισμὸν ἄρσενι θυμω̨̃ διεγείρασα λέγουσα πρὸς αὐτούς
22 οὐκ οἰ̃δ' ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν οὐδὲ ἐγὼ τὸ πνευ̃μα καὶ τὴν ζωὴν ὑμι̃ν ἐχαρισάμην καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα
23 τοιγαρου̃ν ὁ του̃ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνευ̃μα καὶ τὴν ζωὴν ὑμι̃ν πάλιν ἀποδίδωσιν μετ' ἐλέους ὡς νυ̃ν ὑπερορα̃τε ἑαυτοὺς διὰ τοὺς αὐτου̃ νόμους
24 ὁ δὲ 'Αντίοχος οἰόμενος καταφρονει̃σθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν ἔτι του̃ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιει̃το τὴν παράκλησιν ἀλλὰ καὶ δι' ὅρκων ἐπίστου ἅμα πλουτιει̃ν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τω̃ν πατρίων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν
25 του̃ δὲ νεανίου μηδαμω̃ς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρή̨νει γενέσθαι του̃ μειρακίου σύμβουλον ἐπὶ σωτηρία̨
26 πολλὰ δὲ αὐτου̃ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν
27 προσκύψασα δὲ αὐτω̨̃ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησεν τη̨̃ πατρίω̨ φωνη̨̃ υἱέ ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μη̃νας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγου̃σαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν
28 ἀξιω̃ σε τέκνον ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὰ ἐν αὐτοι̃ς πάντα ἰδόντα γνω̃ναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός καὶ τὸ τω̃ν ἀνθρώπων γένος οὕτω γίνεται
29 μὴ φοβηθη̨̃ς τὸν δήμιον του̃τον ἀλλὰ τω̃ν ἀδελφω̃ν ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον ἵνα ἐν τω̨̃ ἐλέει σὺν τοι̃ς ἀδελφοι̃ς σου κομίσωμαί σε
30 ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἰ̃πεν τίνα μένετε οὐχ ὑπακούω του̃ προστάγματος του̃ βασιλέως του̃ δὲ προστάγματος ἀκούω του̃ νόμου του̃ δοθέντος τοι̃ς πατράσιν ἡμω̃ν διὰ Μωυσέως
31 σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγη̨ς τὰς χει̃ρας του̃ θεου̃
32 ἡμει̃ς γὰρ διὰ τὰς ἑαυτω̃ν ἁμαρτίας πάσχομεν
33 εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζω̃ν κύριος ἡμω̃ν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοι̃ς ἑαυτου̃ δούλοις
34 σὺ δέ ὠ̃ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παι̃δας ἐπαιρόμενος χει̃ρα
35 οὔπω γὰρ τὴν του̃ παντοκράτορος ἐπόπτου θεου̃ κρίσιν ἐκπέφευγας
36 οἱ μὲν γὰρ νυ̃ν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωη̃ς ὑπὸ διαθήκην θεου̃ πεπτώκασιν σὺ δὲ τη̨̃ του̃ θεου̃ κρίσει δίκαια τὰ πρόστιμα τη̃ς ὑπερηφανίας ἀποίση̨
37 ἐγὼ δέ καθάπερ οἱ ἀδελφοί καὶ σω̃μα καὶ ψυχὴν προδίδωμι περὶ τω̃ν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τω̨̃ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμω̃ν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν
38 ἐν ἐμοὶ δὲ καὶ τοι̃ς ἀδελφοι̃ς μου στη̃σαι τὴν του̃ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμω̃ν γένος δικαίως ἐπηγμένην
39 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτω̨ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρω̃ς φέρων ἐπὶ τω̨̃ μυκτηρισμω̨̃
40 καὶ οὑ̃τος οὐ̃ν καθαρὸς μετήλλαξεν παντελω̃ς ἐπὶ τω̨̃ κυρίω̨ πεποιθώς
41 ἐσχάτη δὲ τω̃ν υἱω̃ν ἡ μήτηρ ἐτελεύτησεν
42 τὰ μὲν οὐ̃ν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσου̃τον δεδηλώσθω
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.