ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β,
κεφαλίς 3
1 ταύτην ἤδη ἀγαπητοί δευτέραν ὑμι̃ν γράφω ἐπιστολήν ἐν αἱ̃ς διεγείρω ὑμω̃ν ἐν ὑπομνήσει τὴν εἰλικρινη̃ διάνοιαν |
2 μνησθη̃ναι τω̃ν προειρημένων ῥημάτων ὑπò τω̃ν ἁγίων προφητω̃ν καὶ τη̃ς τω̃ν ἀποστόλων ὑμω̃ν ἐντολη̃ς του̃ κυρίου καὶ σωτη̃ρος |
3 του̃το πρω̃τον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἐν ἐμπαιγμονη̨̃ ἐμπαι̃κται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτω̃ν πορευόμενοι |
4 καὶ λέγοντες που̃ ἐστιν ἡ ἐπαγγελία τη̃ς παρουσίας αὐτου̃ ἀφ' ἡ̃ς γὰρ οἱ πατέρες ἐκοιμήθησαν πάντα οὕτως διαμένει ἀπ' ἀρχη̃ς κτίσεως |
5 λανθάνει γὰρ αὐτοὺς του̃το θέλοντας ὅτι οὐρανοὶ ἠ̃σαν ἔκπαλαι καὶ γη̃ ἐξ ὕδατος καὶ δι' ὕδατος συνεστω̃σα τω̨̃ του̃ θεου̃ λόγω̨ |
6 δι' ὡ̃ν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο |
7 οἱ δὲ νυ̃ν οὐρανοὶ καὶ ἡ γη̃ τω̨̃ αὐτω̨̃ λόγω̨ τεθησαυρισμένοι εἰσὶν πυρί τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τω̃ν ἀσεβω̃ν ἀνθρώπων |
8 ἓν δὲ του̃το μὴ λανθανέτω ὑμα̃ς ἀγαπητοί ὅτι μία ἡμέρα παρὰ κυρίω̨ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία |
9 οὐ βραδύνει κύριος τη̃ς ἐπαγγελίας ὥς τινες βραδύτητα ἡγου̃νται ἀλλὰ μακροθυμει̃ εἰς ὑμα̃ς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρη̃σαι |
10 ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ἡ̨̃ οἱ οὐρανοὶ ῥοιζηδòν παρελεύσονται στοιχει̃α δὲ καυσούμενα λυθήσεται καὶ γη̃ καὶ τὰ ἐν αὐτη̨̃ ἔργα εὑρεθήσεται |
11 τούτων οὕτως πάντων λυομένων ποταποὺς δει̃ ὑπάρχειν ὑμα̃ς ἐν ἁγίαις ἀναστροφαι̃ς καὶ εὐσεβείαις |
12 προσδοκω̃ντας καὶ σπεύδοντας τὴν παρουσίαν τη̃ς του̃ θεου̃ ἡμέρας δι' ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχει̃α καυσούμενα τήκεται |
13 καινοὺς δὲ οὐρανοὺς καὶ γη̃ν καινὴν κατὰ τò ἐπάγγελμα αὐτου̃ προσδοκω̃μεν ἐν οἱ̃ς δικαιοσύνη κατοικει̃ |
14 διό ἀγαπητοί ταυ̃τα προσδοκω̃ντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτω̨̃ εὑρεθη̃ναι ἐν εἰρήνη̨ |
15 καὶ τὴν του̃ κυρίου ἡμω̃ν μακροθυμίαν σωτηρίαν ἡγει̃σθε καθὼς καὶ ὁ ἀγαπητòς ἡμω̃ν ἀδελφòς Παυ̃λος κατὰ τὴν δοθει̃σαν αὐτω̨̃ σοφίαν ἔγραψεν ὑμι̃ν |
16 ὡς καὶ ἐν πάσαις ἐπιστολαι̃ς λαλω̃ν ἐν αὐται̃ς περὶ τούτων ἐν αἱ̃ς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθει̃ς καὶ ἀστήρικτοι στρεβλου̃σιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρòς τὴν ἰδίαν αὐτω̃ν ἀπώλειαν |
17 ὑμει̃ς οὐ̃ν ἀγαπητοί προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τη̨̃ τω̃ν ἀθέσμων πλάνη̨ συναπαχθέντες ἐκπέσητε του̃ ἰδίου στηριγμου̃ |
18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃ αὐτω̨̃ ἡ δόξα καὶ νυ̃ν καὶ εἰς ἡμέραν αἰω̃νος ἀμήν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.