ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Β,
κεφαλίς 3
1 τò λοιπòν προσεύχεσθε ἀδελφοί περὶ ἡμω̃ν ἵνα ὁ λόγος του̃ κυρίου τρέχη̨ καὶ δοξάζηται καθὼς καὶ πρòς ὑμα̃ς |
2 καὶ ἵνα ῥυσθω̃μεν ἀπò τω̃ν ἀτόπων καὶ πονηρω̃ν ἀνθρώπων οὐ γὰρ πάντων ἡ πίστις |
3 πιστòς δέ ἐστιν ὁ κύριος ὃς στηρίξει ὑμα̃ς καὶ φυλάξει ἀπò του̃ πονηρου̃ |
4 πεποίθαμεν δὲ ἐν κυρίω̨ ἐφ' ὑμα̃ς ὅτι ἃ παραγγέλλομεν καὶ ποιει̃τε καὶ ποιήσετε |
5 ὁ δὲ κύριος κατευθύναι ὑμω̃ν τὰς καρδίας εἰς τὴν ἀγάπην του̃ θεου̃ καὶ εἰς τὴν ὑπομονὴν του̃ Χριστου̃ |
6 παραγγέλλομεν δὲ ὑμι̃ν ἀδελφοί ἐν ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ στέλλεσθαι ὑμα̃ς ἀπò παντòς ἀδελφου̃ ἀτάκτως περιπατου̃ντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ' ἡμω̃ν |
7 αὐτοὶ γὰρ οἴδατε πω̃ς δει̃ μιμει̃σθαι ἡμα̃ς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμι̃ν |
8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ' ἐν κόπω̨ καὶ μόχθω̨ νυκτòς καὶ ἡμέρας ἐργαζόμενοι πρòς τò μὴ ἐπιβαρη̃σαί τινα ὑμω̃ν |
9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ' ἵνα ἑαυτοὺς τύπον δω̃μεν ὑμι̃ν εἰς τò μιμει̃σθαι ἡμα̃ς |
10 καὶ γὰρ ὅτε ἠ̃μεν πρòς ὑμα̃ς του̃το παρηγγέλλομεν ὑμι̃ν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω |
11 ἀκούομεν γάρ τινας περιπατου̃ντας ἐν ὑμι̃ν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους |
12 τοι̃ς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλου̃μεν ἐν κυρίω̨ ’Ιησου̃ Χριστω̨̃ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τòν ἑαυτω̃ν ἄρτον ἐσθίωσιν |
13 ὑμει̃ς δέ ἀδελφοί μὴ ἐγκακήσητε καλοποιου̃ντες |
14 εἰ δέ τις οὐχ ὑπακούει τω̨̃ λόγω̨ ἡμω̃ν διὰ τη̃ς ἐπιστολη̃ς του̃τον σημειου̃σθε μὴ συναναμίγνυσθαι αὐτω̨̃ ἵνα ἐντραπη̨̃ |
15 καὶ μὴ ὡς ἐχθρòν ἡγει̃σθε ἀλλὰ νουθετει̃τε ὡς ἀδελφόν |
16 αὐτòς δὲ ὁ κύριος τη̃ς εἰρήνης δώ̨η ὑμι̃ν τὴν εἰρήνην διὰ παντòς ἐν παντὶ τρόπω̨ ὁ κύριος μετὰ πάντων ὑμω̃ν |
17 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου ὅ ἐστιν σημει̃ον ἐν πάση̨ ἐπιστολη̨̃ οὕτως γράφω |
18 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μετὰ πάντων ὑμω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.