ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β,
κεφαλίς 3
1 του̃το δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί |
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονευ̃σιν ἀπειθει̃ς ἀχάριστοι ἀνόσιοι |
3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατει̃ς ἀνήμεροι ἀφιλάγαθοι |
4 προδόται προπετει̃ς τετυφωμένοι φιλήδονοι μα̃λλον ἢ φιλόθεοι |
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτη̃ς ἠρνημένοι καὶ τούτους ἀποτρέπου |
6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις |
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθει̃ν δυνάμενα |
8 ὃν τρόπον δὲ ’Ιάννης καὶ ’Ιαμβρη̃ς ἀντέστησαν Μωϋσει̃ οὕτως καὶ οὑ̃τοι ἀνθίστανται τη̨̃ ἀληθεία̨ ἄνθρωποι κατεφθαρμένοι τòν νου̃ν ἀδόκιμοι περὶ τὴν πίστιν |
9 ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλει̃ον ἡ γὰρ ἄνοια αὐτω̃ν ἔκδηλος ἔσται πα̃σιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο |
10 σὺ δὲ παρηκολούθησάς μου τη̨̃ διδασκαλία̨ τη̨̃ ἀγωγη̨̃ τη̨̃ προθέσει τη̨̃ πίστει τη̨̃ μακροθυμία̨ τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃ |
11 τοι̃ς διωγμοι̃ς τοι̃ς παθήμασιν οἱ̃ά μοι ἐγένετο ἐν ’Αντιοχεία̨ ἐν ’Ικονίω̨ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος |
12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβω̃ς ζη̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ διωχθήσονται |
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τò χει̃ρον πλανω̃ντες καὶ πλανώμενοι |
14 σὺ δὲ μένε ἐν οἱ̃ς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες |
15 καὶ ὅτι ἀπò βρέφους τὰ ἱερὰ γράμματα οἰ̃δας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ |
16 πα̃σα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρòς διδασκαλίαν πρòς ἐλεγμόν πρòς ἐπανόρθωσιν πρòς παιδείαν τὴν ἐν δικαιοσύνη̨ |
17 ἵνα ἄρτιος ἠ̨̃ ὁ του̃ θεου̃ ἄνθρωπος πρòς πα̃ν ἔργον ἀγαθòν ἐξηρτισμένος |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.