Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β, κεφαλίς 4,  στἰχοι 9-22

9 σπούδασον ἐλθει̃ν πρός με ταχέως
10 Δημα̃ς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τòν νυ̃ν αἰω̃να καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν
11 Λουκα̃ς ἐστιν μόνος μετ' ἐμου̃ Μα̃ρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτου̃ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
12 Τυχικòν δὲ ἀπέστειλα εἰς ’Έφεσον
13 τòν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρω̨άδι παρὰ Κάρπω̨ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
14 ’Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτω̨̃ ὁ κύριος κατὰ τὰ ἔργα αὐτου̃
15 ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοι̃ς ἡμετέροις λόγοις
16 ἐν τη̨̃ πρώτη̨ μου ἀπολογία̨ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοι̃ς λογισθείη
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι' ἐμου̃ τò κήρυγμα πληροφορηθη̨̃ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
18 ῥύσεταί με ὁ κύριος ἀπò παντòς ἔργου πονηρου̃ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτου̃ τὴν ἐπουράνιον ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
19 ἄσπασαι Πρίσκαν καὶ ’Ακύλαν καὶ τòν ’Ονησιφόρου οἰ̃κον
20 ’Έραστος ἔμεινεν ἐν Κορίνθω̨ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτω̨ ἀσθενου̃ντα
21 σπούδασον πρò χειμω̃νος ἐλθει̃ν ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
22 ὁ κύριος μετὰ του̃ πνεύματός σου ἡ χάρις μεθ' ὑμω̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.