Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 19

καὶ ἀνήγγειλεν Αχααβ τη̨̃ Ιεζαβελ γυναικὶ αὐτου̃ πάντα ἃ ἐποίησεν Ηλιου καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαία̨
καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ Ηλιου καὶ ἐγὼ Ιεζαβελ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτω̃ν
καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπη̃λθεν κατὰ τὴν ψυχὴν ἑαυτου̃ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφη̃κεν τὸ παιδάριον αὐτου̃ ἐκει̃
καὶ αὐτὸς ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν ἡμέρας καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ἠ̨τήσατο τὴν ψυχὴν αὐτου̃ ἀποθανει̃ν καὶ εἰ̃πεν ἱκανούσθω νυ̃ν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμου̃ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου
καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκει̃ ὑπὸ φυτόν καὶ ἰδού τις ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστηθι καὶ φάγε
καὶ ἐπέβλεψεν Ηλιου καὶ ἰδοὺ πρὸς κεφαλη̃ς αὐτου̃ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπιστρέψας ἐκοιμήθη
καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστα φάγε ὅτι πολλὴ ἀπὸ σου̃ ἡ ὁδός
καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπορεύθη ἐν τη̨̃ ἰσχύι τη̃ς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ
καὶ εἰση̃λθεν ἐκει̃ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκει̃ καὶ ἰδοὺ ῥη̃μα κυρίου πρὸς αὐτὸν καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
10 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
11 καὶ εἰ̃πεν ἐξελεύση̨ αὔριον καὶ στήση̨ ἐνώπιον κυρίου ἐν τω̨̃ ὄρει ἰδοὺ παρελεύσεται κύριος καὶ πνευ̃μα μέγα κραταιὸν διαλυ̃ον ὄρη καὶ συντρι̃βον πέτρας ἐνώπιον κυρίου οὐκ ἐν τω̨̃ πνεύματι κύριος καὶ μετὰ τὸ πνευ̃μα συσσεισμός οὐκ ἐν τω̨̃ συσσεισμω̨̃ κύριος
12 καὶ μετὰ τὸν συσσεισμὸν πυ̃ρ οὐκ ἐν τω̨̃ πυρὶ κύριος καὶ μετὰ τὸ πυ̃ρ φωνὴ αὔρας λεπτη̃ς κἀκει̃ κύριος
13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν τη̨̃ μηλωτη̨̃ ἑαυτου̃ καὶ ἐξη̃λθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου
14 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου καθει̃λαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν
15 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκου̃ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τη̃ς Συρίας
16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σου̃
17 καὶ ἔσται τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου καὶ τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε
18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρω̃ν πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τω̨̃ Βααλ καὶ πα̃ν στόμα ὃ οὐ προσεκύνησεν αὐτω̨̃
19 καὶ ἀπη̃λθεν ἐκει̃θεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοω̃ν ἐνώπιον αὐτου̃ καὶ αὐτὸς ἐν τοι̃ς δώδεκα καὶ ἐπη̃λθεν ἐπ' αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτου̃ ἐπ' αὐτόν
20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἰ̃πεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἰ̃πεν Ηλιου ἀνάστρεφε ὅτι πεποίηκά σοι
21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτου̃ καὶ ἔλαβεν τὰ ζεύγη τω̃ν βοω̃ν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοι̃ς σκεύεσι τω̃ν βοω̃ν καὶ ἔδωκεν τω̨̃ λαω̨̃ καὶ ἔφαγον καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.