1 ὁ μὲν οὐ̃ν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας του̃ ναου̃ κάμψας τὰ γόνατα καὶ τὰς χει̃ρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην |
2 κύριε κύριε βασιλευ̃ τω̃ν οὐρανω̃ν καὶ δέσποτα πάσης κτίσεως ἅγιε ἐν ἁγίοις μόναρχε παντοκράτωρ πρόσχες ἡμι̃ν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου |
3 σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τω̃ν ὅλων ἐπικρατω̃ν δυνάστης δίκαιος εἰ̃ καὶ τοὺς ὕβρει καὶ ἀγερωχία̨ τι πράσσοντας κρίνεις |
4 σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας ἐν οἱ̃ς καὶ γίγαντες ἠ̃σαν ῥώμη̨ καὶ θράσει πεποιθότες διέφθειρας ἐπαγαγὼν αὐτοι̃ς ἀμέτρητον ὕδωρ |
5 σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ται̃ς κακίαις γενομένους πυρὶ καὶ θείω̨ κατέφλεξας παράδειγμα τοι̃ς ἐπιγινομένοις καταστήσας |
6 σὺ τὸν θρασὺν Φαραω καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ισραηλ ποικίλαις καὶ πολλαι̃ς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν ἐφ' οἱ̃ς ἐγνώρισας τὸ μέγα σου κράτος |
7 καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει ἐπέκλυσας βάθει θαλάσσης τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τω̨̃ τη̃ς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας |
8 οἳ καὶ συνιδόντες ἔργα ση̃ς χειρὸς ἤ̨νεσάν σε τὸν παντοκράτορα |
9 σύ βασιλευ̃ κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γη̃ν ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἡγίασας τὸν τόπον του̃τον εἰς ὄνομά σοι τω̨̃ τω̃ν ἁπάντων ἀπροσδεει̃ καὶ παρεδόξασας ἐν ἐπιφανεία̨ μεγαλοπρεπει̃ σύστασιν ποιησάμενος αὐτου̃ πρὸς δόξαν του̃ μεγάλου καὶ ἐντίμου ὀνόματός σου |
10 καὶ ἀγαπω̃ν τὸν οἰ̃κον του̃ Ισραηλ ἐπηγγείλω διότι ἐὰν γένηται ἡμω̃ν ἀποστροφὴ καὶ καταλάβη̨ ἡμα̃ς στενοχωρία καὶ ἐλθόντες εἰς τὸν τόπον του̃τον δεηθω̃μεν εἰσακούση̨ τη̃ς δεήσεως ἡμω̃ν |
11 καὶ δὴ πιστὸς εἰ̃ καὶ ἀληθινός |
12 ἐπεὶ δὲ πλεονάκις θλιβέντων τω̃ν πατέρων ἡμω̃ν ἐβοήθησας αὐτοι̃ς ἐν τη̨̃ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακω̃ν |
13 ἰδοὺ δὲ νυ̃ν ἅγιε βασιλευ̃ διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμω̃ν ἁμαρτίας καταπονούμεθα καὶ ὑπετάγημεν τοι̃ς ἐχθροι̃ς ἡμω̃ν καὶ παρείμεθα ἐν ἀδυναμίαις |
14 ἐν δὲ τη̨̃ ἡμετέρα̨ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὑ̃τος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τη̃ς γη̃ς ἀναδεδειγμένον τω̨̃ ὀνόματι τη̃ς δόξης σου ἅγιον τόπον |
15 τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς του̃ οὐρανου̃ ἀνέφικτος ἀνθρώποις ἐστίν |
16 ἀλλὰ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ ἡγίασας τὸν τόπον του̃τον |
17 μὴ ἐκδικήση̨ς ἡμα̃ς ἐν τη̨̃ τούτων ἀκαθαρσία̨ μηδὲ εὐθύνη̨ς ἡμα̃ς ἐν βεβηλώσει ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμω̨̃ αὐτω̃ν μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανία̨ γλώσσης αὐτω̃ν λέγοντες |
18 ἡμει̃ς κατεπατήσαμεν τὸν οἰ̃κον του̃ ἁγιασμου̃ ὡς καταπατου̃νται οἱ οἰ̃κοι τω̃ν προσοχθισμάτων |
19 ἀπάλειψον τὰς ἁμαρτίας ἡμω̃ν καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμω̃ν καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην |
20 ταχὺ προκαταλαβέτωσαν ἡμα̃ς οἱ οἰκτιρμοί σου καὶ δὸς αἰνέσεις ἐν τω̨̃ στόματι τω̃ν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμι̃ν εἰρήνην |
21 ἐνταυ̃θα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τη̃ς ἐνθέσμου λιτανείας τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτὸν |
22 ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου ὥστε κατ' ἐδάφους ἄπρακτον ἔτι καὶ τοι̃ς μέλεσιν παραλελυμένον μηδὲ φωνη̃σαι δύνασθαι δικαία̨ περιπεπληγμένον κρίσει |
23 ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξει̃αν ἰδόντες τὴν καταλαβου̃σαν αὐτὸν εὔθυναν φοβούμενοι μὴ καὶ τὸ ζη̃ν ἐκλείπη̨ ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβω̨ |
24 ἐν χρόνω̨ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμω̃ς εἰς μετάμελον ἠ̃λθεν ἐπιτιμηθείς ἀπειλὰς δὲ πικρὰς θέμενος ἀνέλυσεν |
25 διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τη̃ς κακίας ἐπαύξων διά τε τω̃ν προαποδεδειγμένων συμποτω̃ν καὶ ἑταίρων του̃ παντὸς δικαίου κεχωρισμένων |
26 οὐ μόνον ται̃ς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη ἀλλὰ καὶ ἐπὶ τοσου̃τον θράσους προη̃λθεν ὥστε δυσφημίας ἐν τοι̃ς τόποις συνίστασθαι καὶ πολλοὺς τω̃ν φίλων ἀτενίζοντας εἰς τὴν του̃ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τη̨̃ ἐκείνου θελήσει |
27 προέθετο δημοσία̨ κατὰ του̃ ἔθνους διαδου̃ναι ψόγον ἐπὶ του̃ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραφὴν |
28 μηδένα τω̃ν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτω̃ν εἰσιέναι πάντας δὲ τοὺς Ιουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθη̃ναι τοὺς δὲ ἀντιλέγοντας βία̨ φερομένους του̃ ζη̃ν μεταστη̃σαι |
29 τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σω̃μα παρασήμω̨ Διονύσου κισσοφύλλω̨ οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν |
30 ἵνα δὲ μὴ τοι̃ς πα̃σιν ἀπεχθόμενος φαίνηται ὑπέγραψεν ἐὰν δέ τινες ἐξ αὐτω̃ν προαιρω̃νται ἐν τοι̃ς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι τούτους ἰσοπολίτας 'Αλεξανδρευ̃σιν εἰ̃ναι |
31 ἔνιοι μὲν οὐ̃ν ἐπιπολαίως τὰς τη̃ς πόλεως εὐσεβείας ἐπιβάθρας στυγου̃ντες εὐχερω̃ς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τη̃ς ἐσομένης τω̨̃ βασιλει̃ συναναστροφη̃ς |
32 οἱ δὲ πλει̃στοι γενναία̨ ψυχη̨̃ ἐνίσχυσαν καὶ οὐ διέστησαν τη̃ς εὐσεβείας τά τε χρήματα περὶ του̃ ζη̃ν ἀντικαταλλασσόμενοι ἀδεω̃ς ἐπειρω̃ντο ἑαυτοὺς ῥύσασθαι ἐκ τω̃ν ἀπογραφω̃ν |
33 εὐέλπιδές τε καθειστήκεισαν ἀντιλήμψεως τεύξασθαι καὶ τοὺς ἀποχωρου̃ντας ἐξ αὐτω̃ν ἐβδελύσσοντο καὶ ὡς πολεμίους του̃ ἔθνους ἔκρινον καὶ τη̃ς κοινη̃ς συναναστροφη̃ς καὶ εὐχρηστίας ἐστέρουν |