Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Γ, κεφαλίς 4

1 πάντη̨ δέ ὅπου προσέπιπτεν του̃το τὸ πρόσταγμα δημοτελὴς συνίστατο τοι̃ς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμω̃ν καὶ χαρα̃ς ὡς ἂν τη̃ς προκατεσκιρωμένης αὐτοι̃ς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας νυ̃ν ἐκφαινομένης ἀπεχθείας
2 τοι̃ς δὲ Ιουδαίοις ἄληκτον πένθος ἠ̃ν καὶ πανόδυρτος μετὰ δακρύων βοὴ στεναγμοι̃ς πεπυρωμένης πάντοθεν αὐτω̃ν τη̃ς καρδίας ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης αὐτοι̃ς ἐπικριθει̃σαν ὀλεθρίαν
3 τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετου̃ καὶ γόων ἐπ' αὐτοι̃ς οὐκ ἐνεπιπλω̃ντο
4 οὕτως γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχη̃ς ὑπὸ τω̃ν κατὰ πόλιν στρατηγω̃ν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο ὥστε ἐπὶ ται̃ς ἐξάλλοις τιμωρίαις καί τινας τω̃ν ἐχθρω̃ν λαμβάνοντας πρὸ τω̃ν ὀφθαλμω̃ν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον του̃ βίου καταστροφὴν δακρύειν αὐτω̃ν τὴν δυσάθλιον ἐξαποστολήν
5 ἤγετο γὰρ γεραιω̃ν πλη̃θος πολια̨̃ πεπυκασμένων τὴν ἐκ του̃ γήρως νωθρότητα ποδω̃ν ἐπίκυφον ἀνατροπη̃ς ὁρμη̨̃ βιαίας ἁπάσης αἰδου̃ς ἄνευ πρὸς ὀξει̃αν καταχρωμένων πορείαν
6 αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυι̃αι παστὸν νεάνιδες ἀντὶ τέρψεως μεταλαβου̃σαι γόους καὶ κόνει τὴν μυροβρεχη̃ πεφυρμέναι κόμην ἀκαλύπτως δὲ ἀγόμεναι θρη̃νον ἀνθ' ὑμεναίων ὁμοθυμαδὸν ἐξη̃ρχον ὡς ἐσπαραγμέναι σκυλμοι̃ς ἀλλοεθνέσιν
7 δέσμιαι δὲ δημοσία̨ μέχρι τη̃ς εἰς τὸ πλοι̃ον ἐμβολη̃ς εἵλκοντο μετὰ βίας
8 οἵ τε τούτων συνζυγει̃ς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικη̃ς ἡλικίας ἀντὶ εὐωχίας καὶ νεωτερικη̃ς ῥα̨θυμίας τὰς ἐπιλοίπους τω̃ν γάμων ἡμέρας ἐν θρήνοις διη̃γον παρὰ πόδας ἤδη τὸν ἅ̨δην ὁρω̃ντες κείμενον
9 κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις οἱ μὲν τοι̃ς ζυγοι̃ς τω̃ν πλοίων προσηλωμένοι τοὺς τραχήλους οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις
10 ἔτι καὶ τω̨̃ καθύπερθε πυκνω̨̃ σανιδώματι διακειμένω̨ ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τω̨̃ κατάπλω̨ λαμβάνωσιν
11 τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ του̃ παράπλου περανθέντος καθὼς ἠ̃ν δεδογματισμένον τω̨̃ βασιλει̃ προσέταξεν αὐτοὺς ἐν τω̨̃ πρὸ τη̃ς πόλεως ἱπποδρόμω̨ παρεμβαλει̃ν ἀπλάτω̨ καθεστω̃τι περιμέτρω̨ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτω̨ καθεστω̃τι πα̃σι τοι̃ς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοι̃ς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ται̃ς δυνάμεσιν αὐτου̃ κοινωνει̃ν μηδὲ τὸ σύνολον καταξιω̃σαι περιβόλων
12 ὡς δὲ του̃το ἐγενήθη ἀκούσας τοὺς ἐκ τη̃ς πόλεως ὁμοεθνει̃ς κρυβη̨̃ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεη̃ τω̃ν ἀδελφω̃ν ταλαιπωρίαν
13 διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμου̃ τὸν αὐτὸν τρόπον ἐπιμελω̃ς ὡς ἐκείνοις ποιη̃σαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τη̃ς ἐκείνων τιμωρίας
14 ἀπογραφη̃ναι δὲ πα̃ν τὸ φυ̃λον ἐξ ὀνόματος οὐκ εἰς τὴν ἔμπροσθεν βραχει̃ προδεδηλωμένην τω̃ν ἔργων κατάπονον λατρείαν στρεβλωθέντας δὲ ται̃ς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μια̃ς ὑπὸ καιρὸν ἡμέρας
15 ἐγίνετο μὲν οὐ̃ν ἡ τούτων ἀπογραφὴ μετὰ πικρα̃ς σπουδη̃ς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολω̃ν ἡλίου μέχρι δυσμω̃ν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα
16 μεγάλως δὲ καὶ διηνεκω̃ς ὁ βασιλεὺς χαρα̨̃ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τω̃ν εἰδώλων συνιστάμενος πεπλανημένη̨ πόρρω τη̃ς ἀληθείας φρενὶ καὶ βεβήλω̨ στόματι τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοι̃ς λαλει̃ν ἢ ἀρήγειν ἐπαινω̃ν εἰς δὲ τὸν μέγιστον θεὸν τὰ μὴ καθήκοντα λαλω̃ν
17 μετὰ δὲ τὸ προειρημένον του̃ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματει̃ς τω̨̃ βασιλει̃ μηκέτι ἰσχύειν τὴν τω̃ν Ιουδαίων ἀπογραφὴν ποιει̃σθαι διὰ τὴν ἀμέτρητον αὐτω̃ν πληθὺν
18 καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τω̃ν πλειόνων τω̃ν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων τω̃ν δὲ καὶ κατὰ τόπον ὡς ἀδυνάτου καθεστω̃τος πα̃σιν τοι̃ς ἐπ' Αἴγυπτον στρατηγοι̃ς
19 ἀπειλήσαντος δὲ αὐτοι̃ς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τη̃ς ἐκφυγη̃ς συνέβη σαφω̃ς αὐτὸν περὶ τούτου πιστωθη̃ναι
20 λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους ἐν οἱ̃ς ἐχρω̃ντο ἐκλελοιπέναι
21 του̃το δὲ ἠ̃ν ἐνέργεια τη̃ς του̃ βοηθου̃ντος τοι̃ς Ιουδαίοις ἐξ οὐρανου̃ προνοίας ἀνικήτου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.