Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 14,  στἰχοι 9-14

9 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ὁ ακαν ὁ ἐν τω̨̃ Λιβάνω̨ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τω̨̃ Λιβάνω̨ λέγων δὸς τὴν θυγατέρα σου τω̨̃ υἱω̨̃ μου εἰς γυναι̃κα καὶ διη̃λθον τὰ θηρία του̃ ἀγρου̃ τὰ ἐν τω̨̃ Λιβάνω̨ καὶ συνεπάτησαν τὸν ακανα
10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπη̃ρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τω̨̃ οἴκω̨ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακία̨ σου καὶ πεση̨̃ σὺ καὶ Ιουδας μετὰ σου̃
11 καὶ οὐκ ἤκουσεν Αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τη̨̃ του̃ Ιουδα
12 καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃
13 καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱου̃ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ καὶ καθει̃λεν ἐν τω̨̃ τείχει Ιερουσαλημ ἐν τη̨̃ πύλη̨ Εφραιμ ἕως πύλης τη̃ς γωνίας τετρακοσίους πήχεις
14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκω̨ κυρίου καὶ ἐν θησαυροι̃ς οἴκου του̃ βασιλέως καὶ τοὺς υἱοὺς τω̃ν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.