1 ἐν ἔτει εἰκοστω̨̃ καὶ ἑβδόμω̨ τω̨̃ Ιεροβοαμ βασιλει̃ Ισραηλ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου βασιλέως Ιουδα |
2 υἱὸς ἑκκαίδεκα ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Χαλια ἐξ Ιερουσαλημ |
3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμεσσιας ὁ πατὴρ αὐτου̃ |
4 πλὴν τω̃ν ὑψηλω̃ν οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς |
5 καὶ ἥψατο κύριος του̃ βασιλέως καὶ ἠ̃ν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ ἐβασίλευσεν ἐν οἴκω̨ αφφουσωθ καὶ Ιωαθαμ υἱὸς του̃ βασιλέως ἐπὶ τω̨̃ οἴκω̨ κρίνων τὸν λαὸν τη̃ς γη̃ς |
6 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αζαριου καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίου λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα |
7 καὶ ἐκοιμήθη Αζαριας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
8 ἐν ἔτει τριακοστω̨̃ καὶ ὀγδόω̨ τω̨̃ Αζαρια βασιλει̃ Ιουδα ἐβασίλευσεν Ζαχαριας υἱὸς Ιεροβοαμ ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἑξάμηνον |
9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτου̃ οὐκ ἀπέστη ἀπὸ ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ |
10 καὶ συνεστράφησαν ἐπ' αὐτὸν Σελλουμ υἱὸς Ιαβις καὶ Κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν καὶ Σελλουμ ἐβασίλευσεν ἀντ' αὐτου̃ |
11 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
12 ὁ λόγος κυρίου ὃν ἐλάλησεν πρὸς Ιου λέγων υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ καὶ ἐγένετο οὕτως |
13 καὶ Σελλουμ υἱὸς Ιαβις ἐβασίλευσεν καὶ ἐν ἔτει τριακοστω̨̃ καὶ ἐνάτω̨ Αζαρια βασιλει̃ Ιουδα ἐβασίλευσεν Σελλουμ μη̃να ἡμερω̃ν ἐν Σαμαρεία̨ |
14 καὶ ἀνέβη Μαναημ υἱὸς Γαδδι ἐκ Θαρσιλα καὶ ἠ̃λθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλουμ υἱὸν Ιαβις ἐν Σαμαρεία̨ καὶ ἐθανάτωσεν αὐτόν |
15 καὶ τὰ λοιπὰ τω̃ν λόγων Σελλουμ καὶ ἡ συστροφὴ αὐτου̃ ἣν συνεστράφη ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
16 τότε ἐπάταξεν Μαναημ τὴν Θερσα καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ τὰ ὅρια αὐτη̃ς ἀπὸ Θερσα ὅτι οὐκ ἤνοιξαν αὐτω̨̃ καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν |
17 ἐν ἔτει τριακοστω̨̃ καὶ ἐνάτω̨ Αζαρια βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν Μαναημ υἱὸς Γαδδι ἐπὶ Ισραηλ δέκα ἔτη ἐν Σαμαρεία̨ |
18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ |
19 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνέβη Φουλ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὴν γη̃ν καὶ Μαναημ ἔδωκεν τω̨̃ Φουλ χίλια τάλαντα ἀργυρίου εἰ̃ναι τὴν χει̃ρα αὐτου̃ μετ' αὐτου̃ |
20 καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ ἐπὶ πα̃ν δυνατὸν ἰσχύι δου̃ναι τω̨̃ βασιλει̃ τω̃ν 'Ασσυρίων πεντήκοντα σίκλους τω̨̃ ἀνδρὶ τω̨̃ ἑνί καὶ ἀπέστρεψεν βασιλεὺς 'Ασσυρίων καὶ οὐκ ἔστη ἐκει̃ ἐν τη̨̃ γη̨̃ |
21 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μαναημ καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
22 καὶ ἐκοιμήθη Μαναημ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Φακεϊας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
23 ἐν ἔτει πεντηκοστω̨̃ του̃ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεϊας υἱὸς Μαναημ ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ δύο ἔτη |
24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ |
25 καὶ συνεστράφη ἐπ' αὐτὸν Φακεε υἱὸς Ρομελιου ὁ τριστάτης αὐτου̃ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρεία̨ ἐναντίον οἴκου του̃ βασιλέως μετὰ του̃ Αργοβ καὶ μετὰ του̃ Αρια καὶ μετ' αὐτου̃ πεντήκοντα ἄνδρες ἀπὸ τω̃ν τετρακοσίων καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ |
26 καὶ τὰ λοιπὰ τω̃ν λόγων Φακεϊου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
27 ἐν ἔτει πεντηκοστω̨̃ καὶ δευτέρω̨ του̃ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεε υἱὸς Ρομελιου ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι ἔτη |
28 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου οὐκ ἀπέστη ἀπὸ πασω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ |
29 ἐν ται̃ς ἡμέραις Φακεε βασιλέως Ισραηλ ἠ̃λθεν Θαγλαθφελλασαρ βασιλεὺς 'Ασσυρίων καὶ ἔλαβεν τὴν Αιν καὶ τὴν Αβελβαιθαμααχα καὶ τὴν Ιανωχ καὶ τὴν Κενεζ καὶ τὴν Ασωρ καὶ τὴν Γαλααδ καὶ τὴν Γαλιλαίαν πα̃σαν γη̃ν Νεφθαλι καὶ ἀπώ̨κισεν αὐτοὺς εἰς 'Ασσυρίους |
30 καὶ συνέστρεψεν σύστρεμμα Ωσηε υἱὸς Ηλα ἐπὶ Φακεε υἱὸν Ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ ἐν ἔτει εἰκοστω̨̃ Ιωαθαμ υἱου̃ Αζαριου |
31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Φακεε καὶ πάντα ὅσα ἐποίησεν ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |
32 ἐν ἔτει δευτέρω̨ Φακεε υἱου̃ Ρομελιου βασιλέως Ισραηλ ἐβασίλευσεν Ιωαθαμ υἱὸς Αζαριου βασιλέως Ιουδα |
33 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν ἠ̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιερουσα θυγάτηρ Σαδωκ |
34 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτου̃ |
35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοι̃ς ὑψηλοι̃ς αὐτὸς ὠ̨κοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω |
36 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωαθαμ καὶ πάντα ὅσα ἐποίησεν οὐχὶ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα |
37 ἐν ται̃ς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν Ιουδα τὸν Ραασσων βασιλέα Συρίας καὶ τὸν Φακεε υἱὸν Ρομελιου |
38 καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |