Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 6

καὶ εἰ̃πον οἱ υἱοὶ τω̃ν προφητω̃ν πρὸς Ελισαιε ἰδοὺ δὴ ὁ τόπος ἐν ὡ̨̃ ἡμει̃ς οἰκου̃μεν ἐνώπιόν σου στενὸς ἀφ' ἡμω̃ν
πορευθω̃μεν δὴ ἕως του̃ Ιορδάνου καὶ λάβωμεν ἐκει̃θεν ἀνὴρ εἱ̃ς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοι̃ς ἐκει̃ του̃ οἰκει̃ν ἐκει̃ καὶ εἰ̃πεν δευ̃τε
καὶ εἰ̃πεν ὁ εἱ̃ς ἐπιεικέως δευ̃ρο μετὰ τω̃ν δούλων σου καὶ εἰ̃πεν ἐγὼ πορεύσομαι
καὶ ἐπορεύθη μετ' αὐτω̃ν καὶ ἠ̃λθον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα
καὶ ἰδοὺ ὁ εἱ̃ς καταβάλλων τὴν δοκόν καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ καὶ ἐβόησεν ὠ̃ κύριε καὶ αὐτὸ κεχρημένον
καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ που̃ ἔπεσεν καὶ ἔδειξεν αὐτω̨̃ τὸν τόπον καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκει̃ καὶ ἐπεπόλασεν τὸ σιδήριον
καὶ εἰ̃πεν ὕψωσον σαυτω̨̃ καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἔλαβεν αὐτό
καὶ βασιλεὺς Συρίας ἠ̃ν πολεμω̃ν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παι̃δας αὐτου̃ λέγων εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλω̃
καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων φύλαξαι μὴ παρελθει̃ν ἐν τω̨̃ τόπω̨ τούτω̨ ὅτι ἐκει̃ Συρία κέκρυπται
10 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ Ελισαιε καὶ ἐφυλάξατο ἐκει̃θεν οὐ μίαν οὐδὲ δύο
11 καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ του̃ λόγου τούτου καὶ ἐκάλεσεν τοὺς παι̃δας αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτούς οὐκ ἀναγγελει̃τέ μοι τίς προδίδωσίν με βασιλει̃ Ισραηλ
12 καὶ εἰ̃πεν εἱ̃ς τω̃ν παίδων αὐτου̃ οὐχί κύριέ μου βασιλευ̃ ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τω̨̃ βασιλει̃ Ισραηλ πάντας τοὺς λόγους οὓς ἐὰν λαλήση̨ς ἐν τω̨̃ ταμιείω̨ του̃ κοιτω̃νός σου
13 καὶ εἰ̃πεν δευ̃τε ἴδετε που̃ οὑ̃τος καὶ ἀποστείλας λήμψομαι αὐτόν καὶ ἀνήγγειλαν αὐτω̨̃ λέγοντες ἰδοὺ ἐν Δωθαϊμ
14 καὶ ἀπέστειλεν ἐκει̃ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρει̃αν καὶ ἠ̃λθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν
15 καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστη̃ναι καὶ ἐξη̃λθεν καὶ ἰδοὺ δύναμις κυκλου̃σα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα καὶ εἰ̃πεν τὸ παιδάριον πρὸς αὐτόν ὠ̃ κύριε πω̃ς ποιήσωμεν
16 καὶ εἰ̃πεν Ελισαιε μὴ φοβου̃ ὅτι πλείους οἱ μεθ' ἡμω̃ν ὑπὲρ τοὺς μετ' αὐτω̃ν
17 καὶ προσεύξατο Ελισαιε καὶ εἰ̃πεν κύριε διάνοιξον τοὺς ὀφθαλμοὺς του̃ παιδαρίου καὶ ἰδέτω καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ τὸ ὄρος πλη̃ρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλω̨ Ελισαιε
18 καὶ κατέβησαν πρὸς αὐτόν καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἰ̃πεν πάταξον δὴ του̃το τὸ ἔθνος ἀορασία̨ καὶ ἐπάταξεν αὐτοὺς ἀορασία̨ κατὰ τὸ ῥη̃μα Ελισαιε
19 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ελισαιε οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός δευ̃τε ὀπίσω μου καὶ ἀπάξω ὑμα̃ς πρὸς τὸν ἄνδρα ὃν ζητει̃τε καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν
20 καὶ ἐγένετο ὡς εἰση̃λθον εἰς Σαμάρειαν καὶ εἰ̃πεν Ελισαιε ἄνοιξον δή κύριε τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ ἰδέτωσαν καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον καὶ ἰδοὺ ἠ̃σαν ἐν μέσω̨ Σαμαρείας
21 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ ὡς εἰ̃δεν αὐτούς εἰ πατάξας πατάξω πάτερ
22 καὶ εἰ̃πεν οὐ πατάξεις εἰ μὴ οὓς ἠ̨χμαλώτευσας ἐν ῥομφαία̨ σου καὶ τόξω̨ σου σὺ τύπτεις παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτω̃ν καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτω̃ν
23 καὶ παρέθηκεν αὐτοι̃ς παράθεσιν μεγάλην καὶ ἔφαγον καὶ ἔπιον καὶ ἀπέστειλεν αὐτούς καὶ ἀπη̃λθον πρὸς τὸν κύριον αὐτω̃ν καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας του̃ ἐλθει̃ν εἰς γη̃ν Ισραηλ
24 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἤθροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν Σαμάρειαν
25 καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρεία̨ καὶ ἰδοὺ περιεκάθηντο ἐπ' αὐτήν ἕως οὑ̃ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον του̃ κάβου κόπρου περιστερω̃ν πέντε σίκλων ἀργυρίου
26 καὶ ἠ̃ν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ του̃ τείχους καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα σω̃σον κύριε βασιλευ̃
27 καὶ εἰ̃πεν αὐτη̨̃ μή σε σώσαι κύριος πόθεν σώσω σε μὴ ἀπὸ τη̃ς ἅλωνος ἢ ἀπὸ τη̃ς ληνου̃
28 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς τί ἐστίν σοι καὶ εἰ̃πεν ἡ γυνὴ αὕτη εἰ̃πεν πρός με δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον
29 καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν καὶ εἰ̃πον πρὸς αὐτὴν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν καὶ ἔκρυψεν τὸν υἱὸν αὐτη̃ς
30 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τη̃ς γυναικός διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ αὐτὸς διεπορεύετο ἐπὶ του̃ τείχους καὶ εἰ̃δεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τη̃ς σαρκὸς αὐτου̃ ἔσωθεν
31 καὶ εἰ̃πεν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ στήσεται ἡ κεφαλὴ Ελισαιε ἐπ' αὐτω̨̃ σήμερον
32 καὶ Ελισαιε ἐκάθητο ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ' αὐτου̃ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτου̃ πρὶν ἐλθει̃ν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἰ̃πεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς του̃ φονευτου̃ οὑ̃τος ἀφελει̃ν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθη̨ ὁ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τη̨̃ θύρα̨ οὐχὶ φωνὴ τω̃ν ποδω̃ν του̃ κυρίου αὐτου̃ κατόπισθεν αὐτου̃
33 ἔτι αὐτου̃ λαλου̃ντος μετ' αὐτω̃ν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἰ̃πεν ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου τί ὑπομείνω τω̨̃ κυρίω̨ ἔτι

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 7

καὶ εἰ̃πεν Ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου ἐν ται̃ς πύλαις Σαμαρείας
καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χει̃ρα αὐτου̃ τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ Ελισαιε εἰ̃πεν ἰδοὺ σὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨
καὶ τέσσαρες ἄνδρες ἠ̃σαν λεπροὶ παρὰ τὴν θύραν τη̃ς πόλεως καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τί ἡμει̃ς καθήμεθα ὡ̃δε ἕως ἀποθάνωμεν
ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ ἀποθανούμεθα ἐκει̃ καὶ ἐὰν καθίσωμεν ὡ̃δε καὶ ἀποθανούμεθα καὶ νυ̃ν δευ̃τε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας ἐὰν ζωογονήσωσιν ἡμα̃ς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμα̃ς καὶ ἀποθανούμεθα
καὶ ἀνέστησαν ἐν τω̨̃ σκότει εἰσελθει̃ν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἠ̃λθον εἰς μέρος τη̃ς παρεμβολη̃ς Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκει̃
καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτου̃ νυ̃ν ἐμισθώσατο ἐφ' ἡμα̃ς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τω̃ν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου του̃ ἐλθει̃ν ἐφ' ἡμα̃ς
καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τω̨̃ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτω̃ν καὶ τοὺς ἵππους αὐτω̃ν καὶ τοὺς ὄνους αὐτω̃ν ἐν τη̨̃ παρεμβολη̨̃ ὡς ἔστιν καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτω̃ν
καὶ εἰση̃λθον οἱ λεπροὶ οὑ̃τοι ἕως μέρους τη̃ς παρεμβολη̃ς καὶ εἰση̃λθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἠ̃ραν ἐκει̃θεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰση̃λθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκει̃θεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν
καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ οὐχ οὕτως ἡμει̃ς ποιου̃μεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμει̃ς σιωπω̃μεν καὶ μένομεν ἕως φωτὸς του̃ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νυ̃ν δευ̃ρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἰ̃κον του̃ βασιλέως
10 καὶ εἰση̃λθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τη̃ς πόλεως καὶ ἀνήγγειλαν αὐτοι̃ς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκει̃ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτω̃ν ὡς εἰσίν
11 καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἰ̃κον του̃ βασιλέως ἔσω
12 καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἰ̃πεν πρὸς τοὺς παι̃δας αὐτου̃ ἀναγγελω̃ δὴ ὑμι̃ν ἃ ἐποίησεν ἡμι̃ν Συρία ἔγνωσαν ὅτι πεινω̃μεν ἡμει̃ς καὶ ἐξη̃λθαν ἐκ τη̃ς παρεμβολη̃ς καὶ ἐκρύβησαν ἐν τω̨̃ ἀγρω̨̃ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τη̃ς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζω̃ντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα
13 καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παίδων αὐτου̃ καὶ εἰ̃πεν λαβέτωσαν δὴ πέντε τω̃ν ἵππων τω̃ν ὑπολελειμμένων οἳ κατελείφθησαν ὡ̃δε ἰδού εἰσιν πρὸς πα̃ν τὸ πλη̃θος Ισραηλ τὸ ἐκλει̃πον καὶ ἀποστελου̃μεν ἐκει̃ καὶ ὀψόμεθα
14 καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω του̃ βασιλέως Συρίας λέγων δευ̃τε καὶ ἴδετε
15 καὶ ἐπορεύθησαν ὀπίσω αὐτω̃ν ἕως του̃ Ιορδάνου καὶ ἰδοὺ πα̃σα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευω̃ν ὡ̃ν ἔρριψεν Συρία ἐν τω̨̃ θαμβει̃σθαι αὐτούς καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃
16 καὶ ἐξη̃λθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου κατὰ τὸ ῥη̃μα κυρίου
17 καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ ἐπὶ τη̃ς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ὃς ἐλάλησεν ἐν τω̨̃ καταβη̃ναι τὸν ἄγγελον πρὸς αὐτόν
18 καὶ ἐγένετο καθὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθη̃ς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τη̨̃ πύλη̨ Σαμαρείας
19 καὶ ἀπεκρίθη ὁ τριστάτης τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ κύριος ποιει̃ καταρράκτας ἐν τω̨̃ οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ εἰ̃πεν Ελισαιε ἰδοὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨
20 καὶ ἐγένετο οὕτως καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.