1 καὶ εἰ̃πεν Ελισαιε ἄκουσον λόγον κυρίου τάδε λέγει κύριος ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου ἐν ται̃ς πύλαις Σαμαρείας |
2 καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χει̃ρα αὐτου̃ τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ Ελισαιε εἰ̃πεν ἰδοὺ σὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨ |
3 καὶ τέσσαρες ἄνδρες ἠ̃σαν λεπροὶ παρὰ τὴν θύραν τη̃ς πόλεως καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τί ἡμει̃ς καθήμεθα ὡ̃δε ἕως ἀποθάνωμεν |
4 ἐὰν εἴπωμεν εἰσέλθωμεν εἰς τὴν πόλιν καὶ ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ ἀποθανούμεθα ἐκει̃ καὶ ἐὰν καθίσωμεν ὡ̃δε καὶ ἀποθανούμεθα καὶ νυ̃ν δευ̃τε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας ἐὰν ζωογονήσωσιν ἡμα̃ς καὶ ζησόμεθα καὶ ἐὰν θανατώσωσιν ἡμα̃ς καὶ ἀποθανούμεθα |
5 καὶ ἀνέστησαν ἐν τω̨̃ σκότει εἰσελθει̃ν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἠ̃λθον εἰς μέρος τη̃ς παρεμβολη̃ς Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκει̃ |
6 καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου καὶ φωνὴν δυνάμεως μεγάλης καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτου̃ νυ̃ν ἐμισθώσατο ἐφ' ἡμα̃ς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τω̃ν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου του̃ ἐλθει̃ν ἐφ' ἡμα̃ς |
7 καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τω̨̃ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτω̃ν καὶ τοὺς ἵππους αὐτω̃ν καὶ τοὺς ὄνους αὐτω̃ν ἐν τη̨̃ παρεμβολη̨̃ ὡς ἔστιν καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτω̃ν |
8 καὶ εἰση̃λθον οἱ λεπροὶ οὑ̃τοι ἕως μέρους τη̃ς παρεμβολη̃ς καὶ εἰση̃λθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ἠ̃ραν ἐκει̃θεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν καὶ εἰση̃λθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκει̃θεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν |
9 καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ οὐχ οὕτως ἡμει̃ς ποιου̃μεν ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν καὶ ἡμει̃ς σιωπω̃μεν καὶ μένομεν ἕως φωτὸς του̃ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν καὶ νυ̃ν δευ̃ρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἰ̃κον του̃ βασιλέως |
10 καὶ εἰση̃λθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τη̃ς πόλεως καὶ ἀνήγγειλαν αὐτοι̃ς λέγοντες εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἰδοὺ οὐκ ἔστιν ἐκει̃ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτω̃ν ὡς εἰσίν |
11 καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἰ̃κον του̃ βασιλέως ἔσω |
12 καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἰ̃πεν πρὸς τοὺς παι̃δας αὐτου̃ ἀναγγελω̃ δὴ ὑμι̃ν ἃ ἐποίησεν ἡμι̃ν Συρία ἔγνωσαν ὅτι πεινω̃μεν ἡμει̃ς καὶ ἐξη̃λθαν ἐκ τη̃ς παρεμβολη̃ς καὶ ἐκρύβησαν ἐν τω̨̃ ἀγρω̨̃ λέγοντες ὅτι ἐξελεύσονται ἐκ τη̃ς πόλεως καὶ συλλημψόμεθα αὐτοὺς ζω̃ντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα |
13 καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παίδων αὐτου̃ καὶ εἰ̃πεν λαβέτωσαν δὴ πέντε τω̃ν ἵππων τω̃ν ὑπολελειμμένων οἳ κατελείφθησαν ὡ̃δε ἰδού εἰσιν πρὸς πα̃ν τὸ πλη̃θος Ισραηλ τὸ ἐκλει̃πον καὶ ἀποστελου̃μεν ἐκει̃ καὶ ὀψόμεθα |
14 καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω του̃ βασιλέως Συρίας λέγων δευ̃τε καὶ ἴδετε |
15 καὶ ἐπορεύθησαν ὀπίσω αὐτω̃ν ἕως του̃ Ιορδάνου καὶ ἰδοὺ πα̃σα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευω̃ν ὡ̃ν ἔρριψεν Συρία ἐν τω̨̃ θαμβει̃σθαι αὐτούς καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ |
16 καὶ ἐξη̃λθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθω̃ν σίκλου κατὰ τὸ ῥη̃μα κυρίου |
17 καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην ἐφ' ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τη̨̃ χειρὶ αὐτου̃ ἐπὶ τη̃ς πύλης καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν καθὰ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ὃς ἐλάλησεν ἐν τω̨̃ καταβη̃ναι τὸν ἄγγελον πρὸς αὐτόν |
18 καὶ ἐγένετο καθὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριθη̃ς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τη̨̃ πύλη̨ Σαμαρείας |
19 καὶ ἀπεκρίθη ὁ τριστάτης τω̨̃ Ελισαιε καὶ εἰ̃πεν ἰδοὺ κύριος ποιει̃ καταρράκτας ἐν τω̨̃ οὐρανω̨̃ μὴ ἔσται τὸ ῥη̃μα του̃το καὶ εἰ̃πεν Ελισαιε ἰδοὺ ὄψη̨ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃θεν οὐ φάγη̨ |
20 καὶ ἐγένετο οὕτως καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τη̨̃ πύλη̨ καὶ ἀπέθανεν |