Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 11,  στἰχοι 19-26

19 οἱ μὲν οὐ̃ν διασπαρέντες ἀπò τη̃ς θλίψεως τη̃ς γενομένης ἐπὶ Στεφάνω̨ διη̃λθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ’Αντιοχείας μηδενὶ λαλου̃ντες τòν λόγον εἰ μὴ μόνον ’Ιουδαίοις
20 ἠ̃σαν δέ τινες ἐξ αὐτω̃ν ἄνδρες Κύπριοι καὶ Κυρηναι̃οι οἵτινες ἐλθόντες εἰς ’Αντιόχειαν ἐλάλουν καὶ πρòς τοὺς ‘Ελληνιστάς εὐαγγελιζόμενοι τòν κύριον ’Ιησου̃ν
21 καὶ ἠ̃ν χεὶρ κυρίου μετ' αὐτω̃ν πολύς τε ἀριθμòς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τòν κύριον
22 ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὠ̃τα τη̃ς ἐκκλησίας τη̃ς οὔσης ἐν ’Ιερουσαλὴμ περὶ αὐτω̃ν καὶ ἐξαπέστειλαν Βαρναβα̃ν διελθει̃ν ἕως ’Αντιοχείας
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν του̃ θεου̃ ἐχάρη καὶ παρεκάλει πάντας τη̨̃ προθέσει τη̃ς καρδίας προσμένειν τω̨̃ κυρίω̨
24 ὅτι ἠ̃ν ἀνὴρ ἀγαθòς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανòς τω̨̃ κυρίω̨
25 ἐξη̃λθεν δὲ εἰς Ταρσòν ἀναζητη̃σαι Σαυ̃λον
26 καὶ εὑρὼν ἤγαγεν εἰς ’Αντιόχειαν ἐγένετο δὲ αὐτοι̃ς καὶ ἐνιαυτòν ὅλον συναχθη̃ναι ἐν τη̨̃ ἐκκλησία̨ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτως ἐν ’Αντιοχεία̨ τοὺς μαθητὰς Χριστιανούς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.