Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 15

καί τινες κατελθόντες ἀπò τη̃ς ’Ιουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθη̃τε τω̨̃ ἔθει τω̨̃ Μωϋσέως οὐ δύνασθε σωθη̃ναι
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τω̨̃ Παύλω̨ καὶ τω̨̃ Βαρναβα̨̃ πρòς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παυ̃λον καὶ Βαρναβα̃ν καί τινας ἄλλους ἐξ αὐτω̃ν πρòς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς ’Ιερουσαλὴμ περὶ του̃ ζητήματος τούτου
οἱ μὲν οὐ̃ν προπεμφθέντες ὑπò τη̃ς ἐκκλησίας διήρχοντο τήν τε φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τω̃ν ἐθνω̃ν καὶ ἐποίουν χαρὰν μεγάλην πα̃σιν τοι̃ς ἀδελφοι̃ς
παραγενόμενοι δὲ εἰς ’Ιερουσαλὴμ παρεδέχθησαν ἀπò τη̃ς ἐκκλησίας καὶ τω̃ν ἀποστόλων καὶ τω̃ν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα ὁ θεòς ἐποίησεν μετ' αὐτω̃ν
ἐξανέστησαν δέ τινες τω̃ν ἀπò τη̃ς αἱρέσεως τω̃ν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι δει̃ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρει̃ν τòν νόμον Μωϋσέως
συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδει̃ν περὶ του̃ λόγου τούτου
πολλη̃ς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἰ̃πεν πρòς αὐτούς ἄνδρες ἀδελφοί ὑμει̃ς ἐπίστασθε ὅτι ἀφ' ἡμερω̃ν ἀρχαίων ἐν ὑμι̃ν ἐξελέξατο ὁ θεòς διὰ του̃ στόματός μου ἀκου̃σαι τὰ ἔθνη τòν λόγον του̃ εὐαγγελίου καὶ πιστευ̃σαι
καὶ ὁ καρδιογνώστης θεòς ἐμαρτύρησεν αὐτοι̃ς δοὺς τò πνευ̃μα τò ἅγιον καθὼς καὶ ἡμι̃ν
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμω̃ν τε καὶ αὐτω̃ν τη̨̃ πίστει καθαρίσας τὰς καρδίας αὐτω̃ν
10 νυ̃ν οὐ̃ν τί πειράζετε τòν θεόν ἐπιθει̃ναι ζυγòν ἐπὶ τòν τράχηλον τω̃ν μαθητω̃ν ὃν οὔτε οἱ πατέρες ἡμω̃ν οὔτε ἡμει̃ς ἰσχύσαμεν βαστάσαι
11 ἀλλὰ διὰ τη̃ς χάριτος του̃ κυρίου ’Ιησου̃ πιστεύομεν σωθη̃ναι καθ' ὃν τρόπον κἀκει̃νοι
12 ἐσίγησεν δὲ πα̃ν τò πλη̃θος καὶ ἤκουον Βαρναβα̃ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεòς σημει̃α καὶ τέρατα ἐν τοι̃ς ἔθνεσιν δι' αὐτω̃ν
13 μετὰ δὲ τò σιγη̃σαι αὐτοὺς ἀπεκρίθη ’Ιάκωβος λέγων ἄνδρες ἀδελφοί ἀκούσατέ μου
14 συμεὼν ἐξηγήσατο καθὼς πρω̃τον ὁ θεòς ἐπεσκέψατο λαβει̃ν ἐξ ἐθνω̃ν λαòν τω̨̃ ὀνόματι αὐτου̃
15 καὶ τούτω̨ συμφωνου̃σιν οἱ λόγοι τω̃ν προφητω̃ν καθὼς γέγραπται
16 μετὰ ταυ̃τα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυι̃αν καὶ τὰ κατεσκαμμένα αὐτη̃ς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τω̃ν ἀνθρώπων τòν κύριον καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τò ὄνομά μου ἐπ' αὐτούς λέγει κύριος ποιω̃ν ταυ̃τα
18 γνωστὰ ἀπ' αἰω̃νος
19 διò ἐγὼ κρίνω μὴ παρενοχλει̃ν τοι̃ς ἀπò τω̃ν ἐθνω̃ν ἐπιστρέφουσιν ἐπὶ τòν θεόν
20 ἀλλὰ ἐπιστει̃λαι αὐτοι̃ς του̃ ἀπέχεσθαι τω̃ν ἀλισγημάτων τω̃ν εἰδώλων καὶ τη̃ς πορνείας καὶ του̃ πνικτου̃ καὶ του̃ αἵματος
21 Μωϋση̃ς γὰρ ἐκ γενεω̃ν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτòν ἔχει ἐν ται̃ς συναγωγαι̃ς κατὰ πα̃ν σάββατον ἀναγινωσκόμενος
22 τότε ἔδοξε τοι̃ς ἀποστόλοις καὶ τοι̃ς πρεσβυτέροις σὺν ὅλη̨ τη̨̃ ἐκκλησία̨ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτω̃ν πέμψαι εἰς ’Αντιόχειαν σὺν τω̨̃ Παύλω̨ καὶ Βαρναβα̨̃ ’Ιούδαν τòν καλούμενον Βαρσαββα̃ν καὶ Σιλα̃ν ἄνδρας ἡγουμένους ἐν τοι̃ς ἀδελφοι̃ς
23 γράψαντες διὰ χειρòς αὐτω̃ν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοι̃ς κατὰ τὴν ’Αντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοι̃ς τοι̃ς ἐξ ἐθνω̃ν χαίρειν
24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμω̃ν ἐξελθόντες ἐτάραξαν ὑμα̃ς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμω̃ν οἱ̃ς οὐ διεστειλάμεθα
25 ἔδοξεν ἡμι̃ν γενομένοις ὁμοθυμαδòν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρòς ὑμα̃ς σὺν τοι̃ς ἀγαπητοι̃ς ἡμω̃ν Βαρναβα̨̃ καὶ Παύλω̨
26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτω̃ν ὑπὲρ του̃ ὀνόματος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
27 ἀπεστάλκαμεν οὐ̃ν ’Ιούδαν καὶ Σιλα̃ν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
28 ἔδοξεν γὰρ τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ καὶ ἡμι̃ν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμι̃ν βάρος πλὴν τούτων τω̃ν ἐπάναγκες
29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτω̃ν καὶ πορνείας ἐξ ὡ̃ν διατηρου̃ντες ἑαυτοὺς εὐ̃ πράξετε ἔρρωσθε
30 οἱ μὲν οὐ̃ν ἀπολυθέντες κατη̃λθον εἰς ’Αντιόχειαν καὶ συναγαγόντες τò πλη̃θος ἐπέδωκαν τὴν ἐπιστολήν
31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τη̨̃ παρακλήσει
32 ’Ιούδας τε καὶ Σιλα̃ς καὶ αὐτοὶ προφη̃ται ὄντες διὰ λόγου πολλου̃ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ' εἰρήνης ἀπò τω̃ν ἀδελφω̃ν πρòς τοὺς ἀποστείλαντας αὐτούς
34 ...
35 Παυ̃λος δὲ καὶ Βαρναβα̃ς διέτριβον ἐν ’Αντιοχεία̨ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλω̃ν τòν λόγον του̃ κυρίου
36 μετὰ δέ τινας ἡμέρας εἰ̃πεν πρòς Βαρναβα̃ν Παυ̃λος ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πα̃σαν ἐν αἱ̃ς κατηγγείλαμεν τòν λόγον του̃ κυρίου πω̃ς ἔχουσιν
37 Βαρναβα̃ς δὲ ἐβούλετο συμπαραλαβει̃ν καὶ τòν ’Ιωάννην τòν καλούμενον Μα̃ρκον
38 Παυ̃λος δὲ ἠξίου τòν ἀποστάντα ἀπ' αὐτω̃ν ἀπò Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοι̃ς εἰς τò ἔργον μὴ συμπαραλαμβάνειν του̃τον
39 ἐγένετο δὲ παροξυσμòς ὥστε ἀποχωρισθη̃ναι αὐτοὺς ἀπ' ἀλλήλων τόν τε Βαρναβα̃ν παραλαβόντα τòν Μα̃ρκον ἐκπλευ̃σαι εἰς Κύπρον
40 Παυ̃λος δὲ ἐπιλεξάμενος Σιλα̃ν ἐξη̃λθεν παραδοθεὶς τη̨̃ χάριτι του̃ κυρίου ὑπò τω̃ν ἀδελφω̃ν
41 διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.