1 ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατέ μου τη̃ς πρòς ὑμα̃ς νυνὶ ἀπολογίας |
2 ἀκούσαντες δὲ ὅτι τη̨̃ ‘Εβραΐδι διαλέκτω̨ προσεφώνει αὐτοι̃ς μα̃λλον παρέσχον ἡσυχίαν καὶ φησίν |
3 ἐγώ εἰμι ἀνὴρ ’Ιουδαι̃ος γεγεννημένος ἐν Ταρσω̨̃ τη̃ς Κιλικίας ἀνατεθραμμένος δὲ ἐν τη̨̃ πόλει ταύτη̨ παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν του̃ πατρώ̨ου νόμου ζηλωτὴς ὑπάρχων του̃ θεου̃ καθὼς πάντες ὑμει̃ς ἐστε σήμερον |
4 ὃς ταύτην τὴν ὁδòν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναι̃κας |
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρει̃ μοι καὶ πα̃ν τò πρεσβυτέριον παρ' ὡ̃ν καὶ ἐπιστολὰς δεξάμενος πρòς τοὺς ἀδελφοὺς εἰς Δαμασκòν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκει̃σε ὄντας δεδεμένους εἰς ’Ιερουσαλὴμ ἵνα τιμωρηθω̃σιν |
6 ἐγένετο δέ μοι πορευομένω̨ καὶ ἐγγίζοντι τη̨̃ Δαμασκω̨̃ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ του̃ οὐρανου̃ περιαστράψαι φω̃ς ἱκανòν περὶ ἐμέ |
7 ἔπεσά τε εἰς τò ἔδαφος καὶ ἤκουσα φωνη̃ς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις |
8 ἐγὼ δὲ ἀπεκρίθην τίς εἰ̃ κύριε εἰ̃πέν τε πρός με ἐγώ εἰμι ’Ιησου̃ς ὁ Ναζωραι̃ος ὃν σὺ διώκεις |
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τò μὲν φω̃ς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν του̃ λαλου̃ντός μοι |
10 εἰ̃πον δέ τί ποιήσω κύριε ὁ δὲ κύριος εἰ̃πεν πρός με ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκει̃ σοι λαληθήσεται περὶ πάντων ὡ̃ν τέτακταί σοι ποιη̃σαι |
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπò τη̃ς δόξης του̃ φωτòς ἐκείνου χειραγωγούμενος ὑπò τω̃ν συνόντων μοι ἠ̃λθον εἰς Δαμασκόν |
12 ‘Ανανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τòν νόμον μαρτυρούμενος ὑπò πάντων τω̃ν κατοικούντων ’Ιουδαίων |
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἰ̃πέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἀνέβλεψα εἰς αὐτόν |
14 ὁ δὲ εἰ̃πεν ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν προεχειρίσατό σε γνω̃ναι τò θέλημα αὐτου̃ καὶ ἰδει̃ν τòν δίκαιον καὶ ἀκου̃σαι φωνὴν ἐκ του̃ στόματος αὐτου̃ |
15 ὅτι ἔση̨ μάρτυς αὐτω̨̃ πρòς πάντας ἀνθρώπους ὡ̃ν ἑώρακας καὶ ἤκουσας |
16 καὶ νυ̃ν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τò ὄνομα αὐτου̃ |
17 ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ’Ιερουσαλὴμ καὶ προσευχομένου μου ἐν τω̨̃ ἱερω̨̃ γενέσθαι με ἐν ἐκστάσει |
18 καὶ ἰδει̃ν αὐτòν λέγοντά μοι σπευ̃σον καὶ ἔξελθε ἐν τάχει ἐξ ’Ιερουσαλήμ διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμου̃ |
19 κἀγὼ εἰ̃πον κύριε αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ |
20 καὶ ὅτε ἐξεχύννετο τò αἱ̃μα Στεφάνου του̃ μάρτυρός σου καὶ αὐτòς ἤμην ἐφεστὼς καὶ συνευδοκω̃ν καὶ φυλάσσων τὰ ἱμάτια τω̃ν ἀναιρούντων αὐτόν |
21 καὶ εἰ̃πεν πρός με πορεύου ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελω̃ σε |