1 λαλούντων δὲ αὐτω̃ν πρòς τòν λαòν ἐπέστησαν αὐτοι̃ς οἱ ἱερει̃ς καὶ ὁ στρατηγòς του̃ ἱερου̃ καὶ οἱ Σαδδουκαι̃οι |
2 διαπονούμενοι διὰ τò διδάσκειν αὐτοὺς τòν λαòν καὶ καταγγέλλειν ἐν τω̨̃ ’Ιησου̃ τὴν ἀνάστασιν τὴν ἐκ νεκρω̃ν |
3 καὶ ἐπέβαλον αὐτοι̃ς τὰς χει̃ρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον ἠ̃ν γὰρ ἑσπέρα ἤδη |
4 πολλοὶ δὲ τω̃ν ἀκουσάντων τòν λόγον ἐπίστευσαν καὶ ἐγενήθη ὁ ἀριθμòς τω̃ν ἀνδρω̃ν ὡς χιλιάδες πέντε |
5 ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθη̃ναι αὐτω̃ν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματει̃ς ἐν ’Ιερουσαλήμ |
6 καὶ ‘Άννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ ’Ιωάννης καὶ ’Αλέξανδρος καὶ ὅσοι ἠ̃σαν ἐκ γένους ἀρχιερατικου̃ |
7 καὶ στήσαντες αὐτοὺς ἐν τω̨̃ μέσω̨ ἐπυνθάνοντο ἐν ποία̨ δυνάμει ἢ ἐν ποίω̨ ὀνόματι ἐποιήσατε του̃το ὑμει̃ς |
8 τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἰ̃πεν πρòς αὐτούς ἄρχοντες του̃ λαου̃ καὶ πρεσβύτεροι |
9 εἰ ἡμει̃ς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσία̨ ἀνθρώπου ἀσθενου̃ς ἐν τίνι οὑ̃τος σέσωται |
10 γνωστòν ἔστω πα̃σιν ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ ’Ισραὴλ ὅτι ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ του̃ Ναζωραίου ὃν ὑμει̃ς ἐσταυρώσατε ὃν ὁ θεòς ἤγειρεν ἐκ νεκρω̃ν ἐν τούτω̨ οὑ̃τος παρέστηκεν ἐνώπιον ὑμω̃ν ὑγιής |
11 οὑ̃τός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμω̃ν τω̃ν οἰκοδόμων ὁ γενόμενος εἰς κεφαλὴν γωνίας |
12 καὶ οὐκ ἔστιν ἐν ἄλλω̨ οὐδενὶ ἡ σωτηρία οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπò τòν οὐρανòν τò δεδομένον ἐν ἀνθρώποις ἐν ὡ̨̃ δει̃ σωθη̃ναι ἡμα̃ς |
13 θεωρου̃ντες δὲ τὴν του̃ Πέτρου παρρησίαν καὶ ’Ιωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιω̃ται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τω̨̃ ’Ιησου̃ ἠ̃σαν |
14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοι̃ς ἑστω̃τα τòν τεθεραπευμένον οὐδὲν εἰ̃χον ἀντειπει̃ν |
15 κελεύσαντες δὲ αὐτοὺς ἔξω του̃ συνεδρίου ἀπελθει̃ν συνέβαλλον πρòς ἀλλήλους |
16 λέγοντες τί ποιήσωμεν τοι̃ς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστòν σημει̃ον γέγονεν δι' αὐτω̃ν πα̃σιν τοι̃ς κατοικου̃σιν ’Ιερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνει̃σθαι |
17 ἀλλ' ἵνα μὴ ἐπὶ πλει̃ον διανεμηθη̨̃ εἰς τòν λαόν ἀπειλησώμεθα αὐτοι̃ς μηκέτι λαλει̃ν ἐπὶ τω̨̃ ὀνόματι τούτω̨ μηδενὶ ἀνθρώπων |
18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τò καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τω̨̃ ὀνόματι του̃ ’Ιησου̃ |
19 ὁ δὲ Πέτρος καὶ ’Ιωάννης ἀποκριθέντες εἰ̃πον πρòς αὐτούς εἰ δίκαιόν ἐστιν ἐνώπιον του̃ θεου̃ ὑμω̃ν ἀκούειν μα̃λλον ἢ του̃ θεου̃ κρίνατε |
20 οὐ δυνάμεθα γὰρ ἡμει̃ς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλει̃ν |
21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκοντες τò πω̃ς κολάσωνται αὐτούς διὰ τòν λαόν ὅτι πάντες ἐδόξαζον τòν θεòν ἐπὶ τω̨̃ γεγονότι |
22 ἐτω̃ν γὰρ ἠ̃ν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ' ὃν γεγόνει τò σημει̃ον του̃το τη̃ς ἰάσεως |
23 ἀπολυθέντες δὲ ἠ̃λθον πρòς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρòς αὐτοὺς οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι εἰ̃παν |
24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδòν ἠ̃ραν φωνὴν πρòς τòν θεòν καὶ εἰ̃παν δέσποτα σὺ ὁ ποιήσας τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς |
25 ὁ του̃ πατρòς ἡμω̃ν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά |
26 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τò αὐτò κατὰ του̃ κυρίου καὶ κατὰ του̃ Χριστου̃ αὐτου̃ |
27 συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τη̨̃ πόλει ταύτη̨ ἐπὶ τòν ἅγιον παι̃δά σου ’Ιησου̃ν ὃν ἔχρισας ‘Ηρώ̨δης τε καὶ Πόντιος Πιλα̃τος σὺν ἔθνεσιν καὶ λαοι̃ς ’Ισραήλ |
28 ποιη̃σαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι |
29 καὶ τὰ νυ̃ν κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτω̃ν καὶ δòς τοι̃ς δούλοις σου μετὰ παρρησίας πάσης λαλει̃ν τòν λόγον σου |
30 ἐν τω̨̃ τὴν χει̃ρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημει̃α καὶ τέρατα γίνεσθαι διὰ του̃ ὀνόματος του̃ ἁγίου παιδός σου ’Ιησου̃ |
31 καὶ δεηθέντων αὐτω̃ν ἐσαλεύθη ὁ τόπος ἐν ὡ̨̃ ἠ̃σαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες του̃ ἁγίου πνεύματος καὶ ἐλάλουν τòν λόγον του̃ θεου̃ μετὰ παρρησίας |
32 του̃ δὲ πλήθους τω̃ν πιστευσάντων ἠ̃ν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἱ̃ς τι τω̃ν ὑπαρχόντων αὐτω̨̃ ἔλεγεν ἴδιον εἰ̃ναι ἀλλ' ἠ̃ν αὐτοι̃ς ἅπαντα κοινά |
33 καὶ δυνάμει μεγάλη̨ ἀπεδίδουν τò μαρτύριον οἱ ἀπόστολοι τη̃ς ἀναστάσεως του̃ κυρίου ’Ιησου̃ χάρις τε μεγάλη ἠ̃ν ἐπὶ πάντας αὐτούς |
34 οὐδὲ γὰρ ἐνδεής τις ἠ̃ν ἐν αὐτοι̃ς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιω̃ν ὑπη̃ρχον πωλου̃ντες ἔφερον τὰς τιμὰς τω̃ν πιπρασκομένων |
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τω̃ν ἀποστόλων διεδίδετο δὲ ἑκάστω̨ καθότι ἄν τις χρείαν εἰ̃χεν |
36 ’Ιωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβα̃ς ἀπò τω̃ν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱòς παρακλήσεως Λευίτης Κύπριος τω̨̃ γένει |
37 ὑπάρχοντος αὐτω̨̃ ἀγρου̃ πωλήσας ἤνεγκεν τò χρη̃μα καὶ ἔθηκεν πρòς τοὺς πόδας τω̃ν ἀποστόλων |