1 ἀνὴρ δέ τις ‘Ανανίας ὀνόματι σὺν Σαπφίρη̨ τη̨̃ γυναικὶ αὐτου̃ ἐπώλησεν κτη̃μα |
2 καὶ ἐνοσφίσατο ἀπò τη̃ς τιμη̃ς συνειδυίης καὶ τη̃ς γυναικός καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τω̃ν ἀποστόλων ἔθηκεν |
3 εἰ̃πεν δὲ ὁ Πέτρος ‘Ανανία διὰ τί ἐπλήρωσεν ὁ Σατανα̃ς τὴν καρδίαν σου ψεύσασθαί σε τò πνευ̃μα τò ἅγιον καὶ νοσφίσασθαι ἀπò τη̃ς τιμη̃ς του̃ χωρίου |
4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τη̨̃ ση̨̃ ἐξουσία̨ ὑπη̃ρχεν τί ὅτι ἔθου ἐν τη̨̃ καρδία̨ σου τò πρα̃γμα του̃το οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τω̨̃ θεω̨̃ |
5 ἀκούων δὲ ὁ ‘Ανανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας |
6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτòν καὶ ἐξενέγκαντες ἔθαψαν |
7 ἐγένετο δὲ ὡς ὡρω̃ν τριω̃ν διάστημα καὶ ἡ γυνὴ αὐτου̃ μὴ εἰδυι̃α τò γεγονòς εἰση̃λθεν |
8 ἀπεκρίθη δὲ πρòς αὐτὴν Πέτρος εἰπέ μοι εἰ τοσούτου τò χωρίον ἀπέδοσθε ἡ δὲ εἰ̃πεν ναί τοσούτου |
9 ὁ δὲ Πέτρος πρòς αὐτήν τί ὅτι συνεφωνήθη ὑμι̃ν πειράσαι τò πνευ̃μα κυρίου ἰδοὺ οἱ πόδες τω̃ν θαψάντων τòν ἄνδρα σου ἐπὶ τη̨̃ θύρα̨ καὶ ἐξοίσουσίν σε |
10 ἔπεσεν δὲ παραχρη̃μα πρòς τοὺς πόδας αὐτου̃ καὶ ἐξέψυξεν εἰσελθόντες δὲ οἱ νεανίσκοι εὑ̃ρον αὐτὴν νεκράν καὶ ἐξενέγκαντες ἔθαψαν πρòς τòν ἄνδρα αὐτη̃ς |
11 καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταυ̃τα |
12 διὰ δὲ τω̃ν χειρω̃ν τω̃ν ἀποστόλων ἐγίνετο σημει̃α καὶ τέρατα πολλὰ ἐν τω̨̃ λαω̨̃ καὶ ἠ̃σαν ὁμοθυμαδòν ἅπαντες ἐν τη̨̃ Στοα̨̃ Σολομω̃ντος |
13 τω̃ν δὲ λοιπω̃ν οὐδεὶς ἐτόλμα κολλα̃σθαι αὐτοι̃ς ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός |
14 μα̃λλον δὲ προσετίθεντο πιστεύοντες τω̨̃ κυρίω̨ πλήθη ἀνδρω̃ν τε καὶ γυναικω̃ν |
15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενει̃ς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάση̨ τινὶ αὐτω̃ν |
16 συνήρχετο δὲ καὶ τò πλη̃θος τω̃ν πέριξ πόλεων ’Ιερουσαλήμ φέροντες ἀσθενει̃ς καὶ ὀχλουμένους ὑπò πνευμάτων ἀκαθάρτων οἵτινες ἐθεραπεύοντο ἅπαντες |
17 ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτω̨̃ ἡ οὐ̃σα αἵρεσις τω̃ν Σαδδουκαίων ἐπλήσθησαν ζήλου |
18 καὶ ἐπέβαλον τὰς χει̃ρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσία̨ |
19 ἄγγελος δὲ κυρίου διὰ νυκτòς ἀνοίξας τὰς θύρας τη̃ς φυλακη̃ς ἐξαγαγών τε αὐτοὺς εἰ̃πεν |
20 πορεύεσθε καὶ σταθέντες λαλει̃τε ἐν τω̨̃ ἱερω̨̃ τω̨̃ λαω̨̃ πάντα τὰ ῥήματα τη̃ς ζωη̃ς ταύτης |
21 ἀκούσαντες δὲ εἰση̃λθον ὑπò τòν ὄρθρον εἰς τò ἱερòν καὶ ἐδίδασκον παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτω̨̃ συνεκάλεσαν τò συνέδριον καὶ πα̃σαν τὴν γερουσίαν τω̃ν υἱω̃ν ’Ισραήλ καὶ ἀπέστειλαν εἰς τò δεσμωτήριον ἀχθη̃ναι αὐτούς |
22 οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὑ̃ρον αὐτοὺς ἐν τη̨̃ φυλακη̨̃ ἀναστρέψαντες δὲ ἀπήγγειλαν |
23 λέγοντες ὅτι τò δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάση̨ ἀσφαλεία̨ καὶ τοὺς φύλακας ἑστω̃τας ἐπὶ τω̃ν θυρω̃ν ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν |
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγòς του̃ ἱερου̃ καὶ οἱ ἀρχιερει̃ς διηπόρουν περὶ αὐτω̃ν τί ἂν γένοιτο του̃το |
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοι̃ς ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τη̨̃ φυλακη̨̃ εἰσὶν ἐν τω̨̃ ἱερω̨̃ ἑστω̃τες καὶ διδάσκοντες τòν λαόν |
26 τότε ἀπελθὼν ὁ στρατηγòς σὺν τοι̃ς ὑπηρέταις ἠ̃γεν αὐτούς οὐ μετὰ βίας ἐφοβου̃ντο γὰρ τòν λαόν μὴ λιθασθω̃σιν |
27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τω̨̃ συνεδρίω̨ καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς |
28 λέγων οὐ παραγγελία̨ παρηγγείλαμεν ὑμι̃ν μὴ διδάσκειν ἐπὶ τω̨̃ ὀνόματι τούτω̨ καὶ ἰδοὺ πεπληρώκατε τὴν ’Ιερουσαλὴμ τη̃ς διδαχη̃ς ὑμω̃ν καὶ βούλεσθε ἐπαγαγει̃ν ἐφ' ἡμα̃ς τò αἱ̃μα του̃ ἀνθρώπου τούτου |
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἰ̃παν πειθαρχει̃ν δει̃ θεω̨̃ μα̃λλον ἢ ἀνθρώποις |
30 ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν ἤγειρεν ’Ιησου̃ν ὃν ὑμει̃ς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου |
31 του̃τον ὁ θεòς ἀρχηγòν καὶ σωτη̃ρα ὕψωσεν τη̨̃ δεξια̨̃ αὐτου̃ του̃ δου̃ναι μετάνοιαν τω̨̃ ’Ισραὴλ καὶ ἄφεσιν ἁμαρτιω̃ν |
32 καὶ ἡμει̃ς ἐσμεν μάρτυρες τω̃ν ῥημάτων τούτων καὶ τò πνευ̃μα τò ἅγιον ὃ ἔδωκεν ὁ θεòς τοι̃ς πειθαρχου̃σιν αὐτω̨̃ |
33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελει̃ν αὐτούς |
34 ἀναστὰς δέ τις ἐν τω̨̃ συνεδρίω̨ Φαρισαι̃ος ὀνόματι Γαμαλιήλ νομοδιδάσκαλος τίμιος παντὶ τω̨̃ λαω̨̃ ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιη̃σαι |
35 εἰ̃πέν τε πρòς αὐτούς ἄνδρες ’Ισραηλι̃ται προσέχετε ἑαυτοι̃ς ἐπὶ τοι̃ς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν |
36 πρò γὰρ τούτων τω̃ν ἡμερω̃ν ἀνέστη Θευδα̃ς λέγων εἰ̃ναί τινα ἑαυτόν ὡ̨̃ προσεκλίθη ἀνδρω̃ν ἀριθμòς ὡς τετρακοσίων ὃς ἀνη̨ρέθη καὶ πάντες ὅσοι ἐπείθοντο αὐτω̨̃ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν |
37 μετὰ του̃τον ἀνέστη ’Ιούδας ὁ Γαλιλαι̃ος ἐν ται̃ς ἡμέραις τη̃ς ἀπογραφη̃ς καὶ ἀπέστησεν λαòν ὀπίσω αὐτου̃ κἀκει̃νος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτω̨̃ διεσκορπίσθησαν |
38 καὶ τὰ νυ̃ν λέγω ὑμι̃ν ἀπόστητε ἀπò τω̃ν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς ὅτι ἐὰν ἠ̨̃ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τò ἔργον του̃το καταλυθήσεται |
39 εἰ δὲ ἐκ θεου̃ ἐστιν οὐ δυνήσεσθε καταλυ̃σαι αὐτούς μήποτε καὶ θεομάχοι εὑρεθη̃τε ἐπείσθησαν δὲ αὐτω̨̃ |
40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλει̃ν ἐπὶ τω̨̃ ὀνόματι του̃ ’Ιησου̃ καὶ ἀπέλυσαν |
41 οἱ μὲν οὐ̃ν ἐπορεύοντο χαίροντες ἀπò προσώπου του̃ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ του̃ ὀνόματος ἀτιμασθη̃ναι |
42 πα̃σάν τε ἡμέραν ἐν τω̨̃ ἱερω̨̃ καὶ κατ' οἰ̃κον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τòν Χριστόν ’Ιησου̃ν |