ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 6
1 ἐν δὲ ται̃ς ἡμέραις ταύταις πληθυνόντων τω̃ν μαθητω̃ν ἐγένετο γογγυσμòς τω̃ν ‘Ελληνιστω̃ν πρòς τοὺς ‘Εβραίους ὅτι παρεθεωρου̃ντο ἐν τη̨̃ διακονία̨ τη̨̃ καθημερινη̨̃ αἱ χη̃ραι αὐτω̃ν |
2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τò πλη̃θος τω̃ν μαθητω̃ν εἰ̃παν οὐκ ἀρεστόν ἐστιν ἡμα̃ς καταλείψαντας τòν λόγον του̃ θεου̃ διακονει̃ν τραπέζαις |
3 ἐπισκέψασθε δέ ἀδελφοί ἄνδρας ἐξ ὑμω̃ν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας οὓς καταστήσομεν ἐπὶ τη̃ς χρείας ταύτης |
4 ἡμει̃ς δὲ τη̨̃ προσευχη̨̃ καὶ τη̨̃ διακονία̨ του̃ λόγου προσκαρτερήσομεν |
5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντòς του̃ πλήθους καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου καὶ Φίλιππον καὶ πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενα̃ν καὶ Νικόλαον προσήλυτον ’Αντιοχέα |
6 οὓς ἔστησαν ἐνώπιον τω̃ν ἀποστόλων καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοι̃ς τὰς χει̃ρας |
7 καὶ ὁ λόγος του̃ θεου̃ ηὔξανεν καὶ ἐπληθύνετο ὁ ἀριθμòς τω̃ν μαθητω̃ν ἐν ’Ιερουσαλὴμ σφόδρα πολύς τε ὄχλος τω̃ν ἱερέων ὑπήκουον τη̨̃ πίστει |
8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημει̃α μεγάλα ἐν τω̨̃ λαω̨̃ |
9 ἀνέστησαν δέ τινες τω̃ν ἐκ τη̃ς συναγωγη̃ς τη̃ς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ’Αλεξανδρέων καὶ τω̃ν ἀπò Κιλικίας καὶ ’Ασίας συζητου̃ντες τω̨̃ Στεφάνω̨ |
10 καὶ οὐκ ἴσχυον ἀντιστη̃ναι τη̨̃ σοφία̨ καὶ τω̨̃ πνεύματι ὡ̨̃ ἐλάλει |
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτου̃ λαλου̃ντος ῥήματα βλάσφημα εἰς Μωϋση̃ν καὶ τòν θεόν |
12 συνεκίνησάν τε τòν λαòν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματει̃ς καὶ ἐπιστάντες συνήρπασαν αὐτòν καὶ ἤγαγον εἰς τò συνέδριον |
13 ἔστησάν τε μάρτυρας ψευδει̃ς λέγοντας ὁ ἄνθρωπος οὑ̃τος οὐ παύεται λαλω̃ν ῥήματα κατὰ του̃ τόπου του̃ ἁγίου τούτου καὶ του̃ νόμου |
14 ἀκηκόαμεν γὰρ αὐτου̃ λέγοντος ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος οὑ̃τος καταλύσει τòν τόπον του̃τον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμι̃ν Μωϋση̃ς |
15 καὶ ἀτενίσαντες εἰς αὐτòν πάντες οἱ καθεζόμενοι ἐν τω̨̃ συνεδρίω̨ εἰ̃δον τò πρόσωπον αὐτου̃ ὡσεὶ πρόσωπον ἀγγέλου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.