1 εἰ̃πεν δὲ ὁ ἀρχιερεύς εἰ ταυ̃τα οὕτως ἔχει |
2 ὁ δὲ ἔφη ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε ὁ θεòς τη̃ς δόξης ὤφθη τω̨̃ πατρὶ ἡμω̃ν ’Αβραὰμ ὄντι ἐν τη̨̃ Μεσοποταμία̨ πρὶν ἢ κατοικη̃σαι αὐτòν ἐν Χαρράν |
3 καὶ εἰ̃πεν πρòς αὐτόν ἔξελθε ἐκ τη̃ς γη̃ς σου καὶ ἐκ τη̃ς συγγενείας σου καὶ δευ̃ρο εἰς τὴν γη̃ν ἣν ἄν σοι δείξω |
4 τότε ἐξελθὼν ἐκ γη̃ς Χαλδαίων κατώ̨κησεν ἐν Χαρράν κἀκει̃θεν μετὰ τò ἀποθανει̃ν τòν πατέρα αὐτου̃ μετώ̨κισεν αὐτòν εἰς τὴν γη̃ν ταύτην εἰς ἣν ὑμει̃ς νυ̃ν κατοικει̃τε |
5 καὶ οὐκ ἔδωκεν αὐτω̨̃ κληρονομίαν ἐν αὐτη̨̃ οὐδὲ βη̃μα ποδός καὶ ἐπηγγείλατο δου̃ναι αὐτω̨̃ εἰς κατάσχεσιν αὐτὴν καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν οὐκ ὄντος αὐτω̨̃ τέκνου |
6 ἐλάλησεν δὲ οὕτως ὁ θεòς ὅτι ἔσται τò σπέρμα αὐτου̃ πάροικον ἐν γη̨̃ ἀλλοτρία̨ καὶ δουλώσουσιν αὐτò καὶ κακώσουσιν ἔτη τετρακόσια |
7 καὶ τò ἔθνος ὡ̨̃ ἐὰν δουλεύσουσιν κρινω̃ ἐγώ ὁ θεòς εἰ̃πεν καὶ μετὰ ταυ̃τα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τω̨̃ τόπω̨ τούτω̨ |
8 καὶ ἔδωκεν αὐτω̨̃ διαθήκην περιτομη̃ς καὶ οὕτως ἐγέννησεν τòν ’Ισαὰκ καὶ περιέτεμεν αὐτòν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ’Ισαὰκ τòν ’Ιακώβ καὶ ’Ιακὼβ τοὺς δώδεκα πατριάρχας |
9 καὶ οἱ πατριάρχαι ζηλώσαντες τòν ’Ιωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον καὶ ἠ̃ν ὁ θεòς μετ' αὐτου̃ |
10 καὶ ἐξείλατο αὐτòν ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου καὶ κατέστησεν αὐτòν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ἐφ' ὅλον τòν οἰ̃κον αὐτου̃ |
11 ἠ̃λθεν δὲ λιμòς ἐφ' ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλι̃ψις μεγάλη καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμω̃ν |
12 ἀκούσας δὲ ’Ιακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμω̃ν πρω̃τον |
13 καὶ ἐν τω̨̃ δευτέρω̨ ἀνεγνωρίσθη ’Ιωσὴφ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ φανερòν ἐγένετο τω̨̃ Φαραὼ τò γένος του̃ ’Ιωσήφ |
14 ἀποστείλας δὲ ’Ιωσὴφ μετεκαλέσατο ’Ιακὼβ τòν πατέρα αὐτου̃ καὶ πα̃σαν τὴν συγγένειαν ἐν ψυχαι̃ς ἑβδομήκοντα πέντε |
15 καὶ κατέβη ’Ιακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτòς καὶ οἱ πατέρες ἡμω̃ν |
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τω̨̃ μνήματι ὡ̨̃ ὠνήσατο ’Αβραὰμ τιμη̃ς ἀργυρίου παρὰ τω̃ν υἱω̃ν ‘Εμμὼρ ἐν Συχέμ |
17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τη̃ς ἐπαγγελίας ἡ̃ς ὡμολόγησεν ὁ θεòς τω̨̃ ’Αβραάμ ηὔξησεν ὁ λαòς καὶ ἐπληθύνθη ἐν Αἰγύπτω̨ |
18 ἄχρι οὑ̃ ἀνέστη βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον ὃς οὐκ ἤ̨δει τòν ’Ιωσήφ |
19 οὑ̃τος κατασοφισάμενος τò γένος ἡμω̃ν ἐκάκωσεν τοὺς πατέρας ἡμω̃ν του̃ ποιει̃ν τὰ βρέφη ἔκθετα αὐτω̃ν εἰς τò μὴ ζω̨ογονει̃σθαι |
20 ἐν ὡ̨̃ καιρω̨̃ ἐγεννήθη Μωϋση̃ς καὶ ἠ̃ν ἀστει̃ος τω̨̃ θεω̨̃ ὃς ἀνετράφη μη̃νας τρει̃ς ἐν τω̨̃ οἴκω̨ του̃ πατρός |
21 ἐκτεθέντος δὲ αὐτου̃ ἀνείλατο αὐτòν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτòν ἑαυτη̨̃ εἰς υἱόν |
22 καὶ ἐπαιδεύθη Μωϋση̃ς ἐν πάση̨ σοφία̨ Αἰγυπτίων ἠ̃ν δὲ δυνατòς ἐν λόγοις καὶ ἔργοις αὐτου̃ |
23 ὡς δὲ ἐπληρου̃το αὐτω̨̃ τεσσερακονταετὴς χρόνος ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτου̃ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς υἱοὺς ’Ισραήλ |
24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τω̨̃ καταπονουμένω̨ πατάξας τòν Αἰγύπτιον |
25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτου̃ ὅτι ὁ θεòς διὰ χειρòς αὐτου̃ δίδωσιν σωτηρίαν αὐτοι̃ς οἱ δὲ οὐ συνη̃καν |
26 τη̨̃ τε ἐπιούση̨ ἡμέρα̨ ὤφθη αὐτοι̃ς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών ἄνδρες ἀδελφοί ἐστε ἱνατί ἀδικει̃τε ἀλλήλους |
27 ὁ δὲ ἀδικω̃ν τòν πλησίον ἀπώσατο αὐτòν εἰπών τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμω̃ν |
28 μὴ ἀνελει̃ν με σὺ θέλεις ὃν τρόπον ἀνει̃λες ἐχθὲς τòν Αἰγύπτιον |
29 ἔφυγεν δὲ Μωϋση̃ς ἐν τω̨̃ λόγω̨ τούτω̨ καὶ ἐγένετο πάροικος ἐν γη̨̃ Μαδιάμ οὑ̃ ἐγέννησεν υἱοὺς δύο |
30 καὶ πληρωθέντων ἐτω̃ν τεσσεράκοντα ὤφθη αὐτω̨̃ ἐν τη̨̃ ἐρήμω̨ του̃ ὄρους Σινα̃ ἄγγελος ἐν φλογὶ πυρòς βάτου |
31 ὁ δὲ Μωϋση̃ς ἰδὼν ἐθαύμαζεν τò ὅραμα προσερχομένου δὲ αὐτου̃ κατανοη̃σαι ἐγένετο φωνὴ κυρίου |
32 ἐγὼ ὁ θεòς τω̃ν πατέρων σου ὁ θεòς ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακώβ ἔντρομος δὲ γενόμενος Μωϋση̃ς οὐκ ἐτόλμα κατανοη̃σαι |
33 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ κύριος λυ̃σον τò ὑπόδημα τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ ἕστηκας γη̃ ἁγία ἐστίν |
34 ἰδὼν εἰ̃δον τὴν κάκωσιν του̃ λαου̃ μου του̃ ἐν Αἰγύπτω̨ καὶ του̃ στεναγμου̃ αὐτω̃ν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς καὶ νυ̃ν δευ̃ρο ἀποστείλω σε εἰς Αἴγυπτον |
35 του̃τον τòν Μωϋση̃ν ὃν ἠρνήσαντο εἰπόντες τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν του̃τον ὁ θεòς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου του̃ ὀφθέντος αὐτω̨̃ ἐν τη̨̃ βάτω̨ |
36 οὑ̃τος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημει̃α ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐν ἐρυθρα̨̃ Θαλάσση̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ἔτη τεσσεράκοντα |
37 οὑ̃τός ἐστιν ὁ Μωϋση̃ς ὁ εἴπας τοι̃ς υἱοι̃ς ’Ισραήλ προφήτην ὑμι̃ν ἀναστήσει ὁ θεòς ἐκ τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὡς ἐμέ |
38 οὑ̃τός ἐστιν ὁ γενόμενος ἐν τη̨̃ ἐκκλησία̨ ἐν τη̨̃ ἐρήμω̨ μετὰ του̃ ἀγγέλου του̃ λαλου̃ντος αὐτω̨̃ ἐν τω̨̃ ὄρει Σινα̃ καὶ τω̃ν πατέρων ἡμω̃ν ὃς ἐδέξατο λόγια ζω̃ντα δου̃ναι ἡμι̃ν |
39 ὡ̨̃ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμω̃ν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ται̃ς καρδίαις αὐτω̃ν εἰς Αἴγυπτον |
40 εἰπόντες τω̨̃ ’Ααρών ποίησον ἡμι̃ν θεοὺς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωϋση̃ς οὑ̃τος ὃς ἐξήγαγεν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου οὐκ οἴδαμεν τί ἐγένετο αὐτω̨̃ |
41 καὶ ἐμοσχοποίησαν ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τω̨̃ εἰδώλω̨ καὶ εὐφραίνοντο ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν |
42 ἔστρεψεν δὲ ὁ θεòς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καθὼς γέγραπται ἐν βίβλω̨ τω̃ν προφητω̃ν μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τη̨̃ ἐρήμω̨ οἰ̃κος ’Ισραήλ |
43 καὶ ἀνελάβετε τὴν σκηνὴν του̃ Μολòχ καὶ τò ἄστρον του̃ θεου̃ ὑμω̃ν ‘Ραιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνει̃ν αὐτοι̃ς καὶ μετοικιω̃ ὑμα̃ς ἐπέκεινα Βαβυλω̃νος |
44 ἡ σκηνὴ του̃ μαρτυρίου ἠ̃ν τοι̃ς πατράσιν ἡμω̃ν ἐν τη̨̃ ἐρήμω̨ καθὼς διετάξατο ὁ λαλω̃ν τω̨̃ Μωϋση̨̃ ποιη̃σαι αὐτὴν κατὰ τòν τύπον ὃν ἑωράκει |
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμω̃ν μετὰ ’Ιησου̃ ἐν τη̨̃ κατασχέσει τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξω̃σεν ὁ θεòς ἀπò προσώπου τω̃ν πατέρων ἡμω̃ν ἕως τω̃ν ἡμερω̃ν Δαυίδ |
46 ὃς εὑ̃ρεν χάριν ἐνώπιον του̃ θεου̃ καὶ ἠ̨τήσατο εὑρει̃ν σκήνωμα τω̨̃ οἴκω̨ ’Ιακώβ |
47 Σολομω̃ν δὲ οἰκοδόμησεν αὐτω̨̃ οἰ̃κον |
48 ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικει̃ καθὼς ὁ προφήτης λέγει |
49 ὁ οὐρανός μοι θρόνος ἡ δὲ γη̃ ὑποπόδιον τω̃ν ποδω̃ν μου ποι̃ον οἰ̃κον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τη̃ς καταπαύσεώς μου |
50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταυ̃τα πάντα |
51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοι̃ς ὠσίν ὑμει̃ς ἀεὶ τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμω̃ν καὶ ὑμει̃ς |
52 τίνα τω̃ν προφητω̃ν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμω̃ν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τη̃ς ἐλεύσεως του̃ δικαίου οὑ̃ νυ̃ν ὑμει̃ς προδόται καὶ φονει̃ς ἐγένεσθε |
53 οἵτινες ἐλάβετε τòν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε |
54 ἀκούοντες δὲ ταυ̃τα διεπρίοντο ται̃ς καρδίαις αὐτω̃ν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν |
55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τòν οὐρανòν εἰ̃δεν δόξαν θεου̃ καὶ ’Ιησου̃ν ἑστω̃τα ἐκ δεξιω̃ν του̃ θεου̃ |
56 καὶ εἰ̃πεν ἰδοὺ θεωρω̃ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τòν υἱòν του̃ ἀνθρώπου ἐκ δεξιω̃ν ἑστω̃τα του̃ θεου̃ |
57 κράξαντες δὲ φωνη̨̃ μεγάλη̨ συνέσχον τὰ ὠ̃τα αὐτω̃ν καὶ ὥρμησαν ὁμοθυμαδòν ἐπ' αὐτόν |
58 καὶ ἐκβαλόντες ἔξω τη̃ς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτω̃ν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου |
59 καὶ ἐλιθοβόλουν τòν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα κύριε ’Ιησου̃ δέξαι τò πνευ̃μά μου |
60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνη̨̃ μεγάλη̨ κύριε μὴ στήση̨ς αὐτοι̃ς ταύτην τὴν ἁμαρτίαν καὶ του̃το εἰπὼν ἐκοιμήθη |