Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΜΏΣ, κεφαλίς 3,  στἰχοι 9-15

9 ἀπαγγείλατε χώραις ἐν 'Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τη̃ς Αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσω̨ αὐτη̃ς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτη̨̃
10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτη̃ς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ται̃ς χώραις αὐτω̃ν
11 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γη̃ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σου̃ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χω̃ραί σου
12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάση̨ ὁ ποιμὴν ἐκ στόματος του̃ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικου̃ντες ἐν Σαμαρεία̨ κατέναντι φυλη̃ς καὶ ἐν Δαμασκω̨̃ ἱερει̃ς
13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τω̨̃ οἴκω̨ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ
14 διότι ἐν τη̨̃ ἡμέρα̨ ὅταν ἐκδικω̃ ἀσεβείας του̃ Ισραηλ ἐπ' αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα του̃ θυσιαστηρίου καὶ πεσου̃νται ἐπὶ τὴν γη̃ν
15 συγχεω̃ καὶ πατάξω τὸν οἰ̃κον τὸν περίπτερον ἐπὶ τὸν οἰ̃κον τὸν θερινόν καὶ ἀπολου̃νται οἰ̃κοι ἐλεφάντινοι καὶ προστεθήσονται οἰ̃κοι ἕτεροι πολλοί λέγει κύριος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.