Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΜΏΣ, κεφαλίς 7,  στἰχοι 10-17

10 καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιει̃ται κατὰ σου̃ Αμως ἐν μέσω̨ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γη̃ ὑπενεγκει̃ν ἅπαντας τοὺς λόγους αὐτου̃
11 διότι τάδε λέγει Αμως ἐν ῥομφαία̨ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃
12 καὶ εἰ̃πεν Αμασιας πρὸς Αμως ὁ ὁρω̃ν βάδιζε ἐκχώρησον εἰς γη̃ν Ιουδα καὶ ἐκει̃ καταβίου καὶ ἐκει̃ προφητεύσεις
13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθη̨̃ς του̃ προφητευ̃σαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἰ̃κος βασιλείας ἐστίν
14 καὶ ἀπεκρίθη Αμως καὶ εἰ̃πεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα
15 καὶ ἀνέλαβέν με κύριος ἐκ τω̃ν προβάτων καὶ εἰ̃πεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ
16 καὶ νυ̃ν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήση̨ς ἐπὶ τὸν οἰ̃κον Ιακωβ
17 διὰ του̃το τάδε λέγει κύριος ἡ γυνή σου ἐν τη̨̃ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαία̨ πεσου̃νται καὶ ἡ γη̃ σου ἐν σχοινίω̨ καταμετρηθήσεται καὶ σὺ ἐν γη̨̃ ἀκαθάρτω̨ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.