Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ, κεφαλίς 3

1 εἰ οὐ̃ν συνηγέρθητε τω̨̃ Χριστω̨̃ τὰ ἄνω ζητει̃τε οὑ̃ ὁ Χριστός ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ καθήμενος
2 τὰ ἄνω φρονει̃τε μὴ τὰ ἐπὶ τη̃ς γη̃ς
3 ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμω̃ν κέκρυπται σὺν τω̨̃ Χριστω̨̃ ἐν τω̨̃ θεω̨̃
4 ὅταν ὁ Χριστòς φανερωθη̨̃ ἡ ζωὴ ὑμω̃ν τότε καὶ ὑμει̃ς σὺν αὐτω̨̃ φανερωθήσεσθε ἐν δόξη̨
5 νεκρώσατε οὐ̃ν τὰ μέλη τὰ ἐπὶ τη̃ς γη̃ς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία
6 δι' ἃ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας
7 ἐν οἱ̃ς καὶ ὑμει̃ς περιεπατήσατέ ποτε ὅτε ἐζη̃τε ἐν τούτοις
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμει̃ς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ του̃ στόματος ὑμω̃ν
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τòν παλαιòν ἄνθρωπον σὺν ται̃ς πράξεσιν αὐτου̃
10 καὶ ἐνδυσάμενοι τòν νέον τòν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα του̃ κτίσαντος αὐτόν
11 ὅπου οὐκ ἔνι ‘Έλλην καὶ ’Ιουδαι̃ος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δου̃λος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πα̃σιν Χριστός
12 ἐνδύσασθε οὐ̃ν ὡς ἐκλεκτοὶ του̃ θεου̃ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμου̃ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοι̃ς ἐάν τις πρός τινα ἔχη̨ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμι̃ν οὕτως καὶ ὑμει̃ς
14 ἐπὶ πα̃σιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τη̃ς τελειότητος
15 καὶ ἡ εἰρήνη του̃ Χριστου̃ βραβευέτω ἐν ται̃ς καρδίαις ὑμω̃ν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε
16 ὁ λόγος του̃ Χριστου̃ ἐνοικείτω ἐν ὑμι̃ν πλουσίως ἐν πάση̨ σοφία̨ διδάσκοντες καὶ νουθετου̃ντες ἑαυτοὺς ψαλμοι̃ς ὕμνοις ὠ̨δαι̃ς πνευματικαι̃ς ἐν τη̨̃ χάριτι ἄ̨δοντες ἐν ται̃ς καρδίαις ὑμω̃ν τω̨̃ θεω̨̃
17 καὶ πα̃ν ὅ τι ἐὰν ποιη̃τε ἐν λόγω̨ ἢ ἐν ἔργω̨ πάντα ἐν ὀνόματι κυρίου ’Ιησου̃ εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ πατρὶ δι' αὐτου̃
18 αἱ γυναι̃κες ὑποτάσσεσθε τοι̃ς ἀνδράσιν ὡς ἀνη̃κεν ἐν κυρίω̨
19 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καὶ μὴ πικραίνεσθε πρòς αὐτάς
20 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν κατὰ πάντα του̃το γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίω̨
21 οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμω̃ν ἵνα μὴ ἀθυμω̃σιν
22 οἱ δου̃λοι ὑπακούετε κατὰ πάντα τοι̃ς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλία̨ ὡς ἀνθρωπάρεσκοι ἀλλ' ἐν ἁπλότητι καρδίας φοβούμενοι τòν κύριον
23 ὃ ἐὰν ποιη̃τε ἐκ ψυχη̃ς ἐργάζεσθε ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις
24 εἰδότες ὅτι ἀπò κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τη̃ς κληρονομίας τω̨̃ κυρίω̨ Χριστω̨̃ δουλεύετε
25 ὁ γὰρ ἀδικω̃ν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ, κεφαλίς 4

1 οἱ κύριοι τò δίκαιον καὶ τὴν ἰσότητα τοι̃ς δούλοις παρέχεσθε εἰδότες ὅτι καὶ ὑμει̃ς ἔχετε κύριον ἐν οὐρανω̨̃
2 τη̨̃ προσευχη̨̃ προσκαρτερει̃τε γρηγορου̃ντες ἐν αὐτη̨̃ ἐν εὐχαριστία̨
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμω̃ν ἵνα ὁ θεòς ἀνοίξη̨ ἡμι̃ν θύραν του̃ λόγου λαλη̃σαι τò μυστήριον του̃ Χριστου̃ δι' ὃ καὶ δέδεμαι
4 ἵνα φανερώσω αὐτò ὡς δει̃ με λαλη̃σαι
5 ἐν σοφία̨ περιπατει̃τε πρòς τοὺς ἔξω τòν καιρòν ἐξαγοραζόμενοι
6 ὁ λόγος ὑμω̃ν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πω̃ς δει̃ ὑμα̃ς ἑνὶ ἑκάστω̨ ἀποκρίνεσθαι
7 τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμι̃ν Τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος καὶ σύνδουλος ἐν κυρίω̨
8 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν
9 σὺν ’Ονησίμω̨ τω̨̃ πιστω̨̃ καὶ ἀγαπητω̨̃ ἀδελφω̨̃ ὅς ἐστιν ἐξ ὑμω̃ν πάντα ὑμι̃ν γνωρίσουσιν τὰ ὡ̃δε
10 ἀσπάζεται ὑμα̃ς ’Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μα̃ρκος ὁ ἀνεψιòς Βαρναβα̃ περὶ οὑ̃ ἐλάβετε ἐντολάς ἐὰν ἔλθη̨ πρòς ὑμα̃ς δέξασθε αὐτόν
11 καὶ ’Ιησου̃ς ὁ λεγόμενος ’Ιου̃στος οἱ ὄντες ἐκ περιτομη̃ς οὑ̃τοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν του̃ θεου̃ οἵτινες ἐγενήθησάν μοι παρηγορία
12 ἀσπάζεται ὑμα̃ς ’Επαφρα̃ς ὁ ἐξ ὑμω̃ν δου̃λος Χριστου̃ ’Ιησου̃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμω̃ν ἐν ται̃ς προσευχαι̃ς ἵνα σταθη̃τε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι του̃ θεου̃
13 μαρτυρω̃ γὰρ αὐτω̨̃ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ τω̃ν ἐν ‘Ιεραπόλει
14 ἀσπάζεται ὑμα̃ς Λουκα̃ς ὁ ἰατρòς ὁ ἀγαπητòς καὶ Δημα̃ς
15 ἀσπάσασθε τοὺς ἐν Λαοδικεία̨ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ' οἰ̃κον αὐτη̃ς ἐκκλησίαν
16 καὶ ὅταν ἀναγνωσθη̨̃ παρ' ὑμι̃ν ἡ ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τη̨̃ Λαοδικέων ἐκκλησία̨ ἀναγνωσθη̨̃ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμει̃ς ἀναγνω̃τε
17 καὶ εἴπατε ’Αρχίππω̨ βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίω̨ ἵνα αὐτὴν πληροι̃ς
18 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου μνημονεύετέ μου τω̃ν δεσμω̃ν ἡ χάρις μεθ' ὑμω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.