ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ,
κεφαλίς 4,
στἰχοι 7-18
7 τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμι̃ν Τυχικòς ὁ ἀγαπητòς ἀδελφòς καὶ πιστòς διάκονος καὶ σύνδουλος ἐν κυρίω̨ |
8 ὃν ἔπεμψα πρòς ὑμα̃ς εἰς αὐτò του̃το ἵνα γνω̃τε τὰ περὶ ἡμω̃ν καὶ παρακαλέση̨ τὰς καρδίας ὑμω̃ν |
9 σὺν ’Ονησίμω̨ τω̨̃ πιστω̨̃ καὶ ἀγαπητω̨̃ ἀδελφω̨̃ ὅς ἐστιν ἐξ ὑμω̃ν πάντα ὑμι̃ν γνωρίσουσιν τὰ ὡ̃δε |
10 ἀσπάζεται ὑμα̃ς ’Αρίσταρχος ὁ συναιχμάλωτός μου καὶ Μα̃ρκος ὁ ἀνεψιòς Βαρναβα̃ περὶ οὑ̃ ἐλάβετε ἐντολάς ἐὰν ἔλθη̨ πρòς ὑμα̃ς δέξασθε αὐτόν |
11 καὶ ’Ιησου̃ς ὁ λεγόμενος ’Ιου̃στος οἱ ὄντες ἐκ περιτομη̃ς οὑ̃τοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν του̃ θεου̃ οἵτινες ἐγενήθησάν μοι παρηγορία |
12 ἀσπάζεται ὑμα̃ς ’Επαφρα̃ς ὁ ἐξ ὑμω̃ν δου̃λος Χριστου̃ ’Ιησου̃ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμω̃ν ἐν ται̃ς προσευχαι̃ς ἵνα σταθη̃τε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι του̃ θεου̃ |
13 μαρτυρω̃ γὰρ αὐτω̨̃ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμω̃ν καὶ τω̃ν ἐν Λαοδικεία̨ καὶ τω̃ν ἐν ‘Ιεραπόλει |
14 ἀσπάζεται ὑμα̃ς Λουκα̃ς ὁ ἰατρòς ὁ ἀγαπητòς καὶ Δημα̃ς |
15 ἀσπάσασθε τοὺς ἐν Λαοδικεία̨ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ' οἰ̃κον αὐτη̃ς ἐκκλησίαν |
16 καὶ ὅταν ἀναγνωσθη̨̃ παρ' ὑμι̃ν ἡ ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τη̨̃ Λαοδικέων ἐκκλησία̨ ἀναγνωσθη̨̃ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμει̃ς ἀναγνω̃τε |
17 καὶ εἴπατε ’Αρχίππω̨ βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίω̨ ἵνα αὐτὴν πληροι̃ς |
18 ὁ ἀσπασμòς τη̨̃ ἐμη̨̃ χειρὶ Παύλου μνημονεύετέ μου τω̃ν δεσμω̃ν ἡ χάρις μεθ' ὑμω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.