1 ἐν ἔτει τρίτω̨ τη̃ς βασιλείας Ιωακιμ βασιλέως Ιουδα ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Ιερουσαλημ καὶ ἐπολιόρκει αὐτήν |
2 καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὸν Ιωακιμ βασιλέα Ιουδα καὶ ἀπὸ μέρους τω̃ν σκευω̃ν οἴκου του̃ θεου̃ καὶ ἤνεγκεν αὐτὰ εἰς γη̃ν Σεννααρ οἰ̃κον του̃ θεου̃ αὐτου̃ καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἰ̃κον θησαυρου̃ του̃ θεου̃ αὐτου̃ |
3 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Ασφανεζ τω̨̃ ἀρχιευνούχω̨ αὐτου̃ εἰσαγαγει̃ν ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας Ισραηλ καὶ ἀπὸ του̃ σπέρματος τη̃ς βασιλείας καὶ ἀπὸ τω̃ν φορθομμιν |
4 νεανίσκους οἱ̃ς οὐκ ἔστιν ἐν αὐτοι̃ς μω̃μος καὶ καλοὺς τη̨̃ ὄψει καὶ συνιέντας ἐν πάση̨ σοφία̨ καὶ γιγνώσκοντας γνω̃σιν καὶ διανοουμένους φρόνησιν καὶ οἱ̃ς ἐστιν ἰσχὺς ἐν αὐτοι̃ς ἑστάναι ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλω̃σσαν Χαλδαίων |
5 καὶ διέταξεν αὐτοι̃ς ὁ βασιλεὺς τὸ τη̃ς ἡμέρας καθ' ἡμέραν ἀπὸ τη̃ς τραπέζης του̃ βασιλέως καὶ ἀπὸ του̃ οἴνου του̃ πότου αὐτου̃ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταυ̃τα στη̃ναι ἐνώπιον του̃ βασιλέως |
6 καὶ ἐγένετο ἐν αὐτοι̃ς ἐκ τω̃ν υἱω̃ν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας |
7 καὶ ἐπέθηκεν αὐτοι̃ς ὁ ἀρχιευνου̃χος ὀνόματα τω̨̃ Δανιηλ Βαλτασαρ καὶ τω̨̃ Ανανια Σεδραχ καὶ τω̨̃ Μισαηλ Μισαχ καὶ τω̨̃ Αζαρια Αβδεναγω |
8 καὶ ἔθετο Δανιηλ ἐπὶ τὴν καρδίαν αὐτου̃ ὡς οὐ μὴ ἀλισγηθη̨̃ ἐν τη̨̃ τραπέζη̨ του̃ βασιλέως καὶ ἐν τω̨̃ οἴνω̨ του̃ πότου αὐτου̃ καὶ ἠξίωσε τὸν ἀρχιευνου̃χον ὡς οὐ μὴ ἀλισγηθη̨̃ |
9 καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον του̃ ἀρχιευνούχου |
10 καὶ εἰ̃πεν ὁ ἀρχιευνου̃χος τω̨̃ Δανιηλ φοβου̃μαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρω̃σιν ὑμω̃ν καὶ τὴν πόσιν ὑμω̃ν μήποτε ἴδη̨ τὰ πρόσωπα ὑμω̃ν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμω̃ν καὶ καταδικάσητε τὴν κεφαλήν μου τω̨̃ βασιλει̃ |
11 καὶ εἰ̃πεν Δανιηλ πρὸς Αμελσαδ ὃν κατέστησεν ὁ ἀρχιευνου̃χος ἐπὶ Δανιηλ Ανανιαν Μισαηλ Αζαριαν |
12 πείρασον δὴ τοὺς παι̃δάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμι̃ν ἀπὸ τω̃ν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα |
13 καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμω̃ν καὶ αἱ ἰδέαι τω̃ν παιδαρίων τω̃ν ἐσθιόντων τὴν τράπεζαν του̃ βασιλέως καὶ καθὼς ἂν ἴδη̨ς ποίησον μετὰ τω̃ν παίδων σου |
14 καὶ εἰσήκουσεν αὐτω̃ν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα |
15 καὶ μετὰ τὸ τέλος τω̃ν δέκα ἡμερω̃ν ὡράθησαν αἱ ἰδέαι αὐτω̃ν ἀγαθαὶ καὶ ἰσχυραὶ ται̃ς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν του̃ βασιλέως |
16 καὶ ἐγένετο Αμελσαδ ἀναιρούμενος τὸ δει̃πνον αὐτω̃ν καὶ τὸν οἰ̃νον του̃ πόματος αὐτω̃ν καὶ ἐδίδου αὐτοι̃ς σπέρματα |
17 καὶ τὰ παιδάρια ταυ̃τα οἱ τέσσαρες αὐτοί ἔδωκεν αὐτοι̃ς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάση̨ γραμματικη̨̃ καὶ σοφία̨ καὶ Δανιηλ συνη̃κεν ἐν πάση̨ ὁράσει καὶ ἐνυπνίοις |
18 καὶ μετὰ τὸ τέλος τω̃ν ἡμερω̃ν ὡ̃ν εἰ̃πεν ὁ βασιλεὺς εἰσαγαγει̃ν αὐτούς καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνου̃χος ἐναντίον Ναβουχοδονοσορ |
19 καὶ ἐλάλησεν μετ' αὐτω̃ν ὁ βασιλεύς καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτω̃ν ὅμοιοι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἔστησαν ἐνώπιον του̃ βασιλέως |
20 καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὡ̃ν ἐζήτησεν παρ' αὐτω̃ν ὁ βασιλεύς εὑ̃ρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ |
21 καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου του̃ βασιλέως |