1 καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ |
2 καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον |
3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ |
4 καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων |
5 καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν |
6 οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι |
7 καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς |
8 καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ’ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς |
9 καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων |
10 καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν |
11 ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ |
12 καὶ παρετηροῦσαν φιλοτίμως καθ’ ἡμέραν ὁρᾶν αὐτήν |
13 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ’ ἀλλήλων |
14 καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην |
15 καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν |
16 καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν |
17 καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι |
18 καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι |
19 καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ |
20 καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ’ ἡμῶν |
21 εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ |
22 καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν |
23 αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου |
24 καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς |
25 καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου |
26 ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ |
27 ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης |
28 καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν |
29 καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν |
30 καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς |
31 ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει |
32 οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς |
33 ἔκλαιον δὲ οἱ παρ’ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν |
34 ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς |
35 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ |
36 εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας |
37 καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ’ αὐτῆς |
38 ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ’ αὐτούς |
39 καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι |
40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος |
41 καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν |
42 ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν |
43 σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ’ ἐμοῦ |
44 καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς |
45 καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ |
46 καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης |
47 ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας |
48 ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ |
49 ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς |
50 καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον |
51 καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς |
52 ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον |
53 κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς |
54 νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον |
55 εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον |
56 καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου |
57 οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν |
58 νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον |
59 εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς |
60 καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν |
61 καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον |
62 ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ |
63 Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα |
64 καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα |