ΔΑΝΙΗΛ,
κεφαλίς 2,
στἰχοι 18-23, 28, 30
18 καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ του̃ θεου̃ του̃ οὐρανου̃ ὑπὲρ του̃ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτου̃ μετὰ τω̃ν ἐπιλοίπων σοφω̃ν Βαβυλω̃νος |
19 τότε τω̨̃ Δανιηλ ἐν ὁράματι τη̃ς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν του̃ οὐρανου̃ |
20 Δανιηλ καὶ εἰ̃πεν εἴη τὸ ὄνομα του̃ θεου̃ εὐλογημένον ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτου̃ ἐστιν |
21 καὶ αὐτὸς ἀλλοιοι̃ καιροὺς καὶ χρόνους καθιστα̨̃ βασιλει̃ς καὶ μεθιστα̨̃ διδοὺς σοφίαν τοι̃ς σοφοι̃ς καὶ φρόνησιν τοι̃ς εἰδόσιν σύνεσιν |
22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τω̨̃ σκότει καὶ τὸ φω̃ς μετ' αὐτου̃ ἐστιν |
23 σοί ὁ θεὸς τω̃ν πατέρων μου ἐξομολογου̃μαι καὶ αἰνω̃ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νυ̃ν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σου̃ καὶ τὸ ὅραμα του̃ βασιλέως ἐγνώρισάς μοι ... |
28 ἀλλ' ἢ ἔστιν θεὸς ἐν οὐρανω̨̃ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ ἃ δει̃ γενέσθαι ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς σου ἐπὶ τη̃ς κοίτης σου του̃τό ἐστιν ... |
30 καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφία̨ τη̨̃ οὔση̨ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζω̃ντας τὸ μυστήριον του̃το ἀπεκαλύφθη ἀλλ' ἕνεκεν του̃ τὴν σύγκρισιν τω̨̃ βασιλει̃ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τη̃ς καρδίας σου γνω̨̃ς |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.