1 ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυση̃ν ὕψος αὐτη̃ς πήχεων ἑξήκοντα εὐ̃ρος αὐτη̃ς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίω̨ Δεϊρα ἐν χώρα̨ Βαβυλω̃νος |
2 καὶ ἀπέστειλεν συναγαγει̃ν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπ' ἐξουσιω̃ν καὶ πάντας τοὺς ἄρχοντας τω̃ν χωρω̃ν ἐλθει̃ν εἰς τὰ ἐγκαίνια τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς |
3 καὶ συνήχθησαν οἱ τοπάρχαι ὕπατοι στρατηγοί ἡγούμενοι τύραννοι μεγάλοι οἱ ἐπ' ἐξουσιω̃ν καὶ πάντες οἱ ἄρχοντες τω̃ν χωρω̃ν εἰς τὸν ἐγκαινισμὸν τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς καὶ εἱστήκεισαν ἐνώπιον τη̃ς εἰκόνος ἡ̃ς ἔστησεν Ναβουχοδονοσορ |
4 καὶ ὁ κη̃ρυξ ἐβόα ἐν ἰσχύι ὑμι̃ν λέγεται λαοί φυλαί γλω̃σσαι |
5 ἡ̨̃ ἂν ὥρα̨ ἀκούσητε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες προσκυνει̃τε τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς |
6 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήση̨ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐμβληθήσεται εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην |
7 καὶ ἐγένετο ὅτε ἤκουσαν οἱ λαοὶ τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος σύριγγός τε καὶ κιθάρας σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικω̃ν πίπτοντες πάντες οἱ λαοί φυλαί γλω̃σσαι προσεκύνουν τη̨̃ εἰκόνι τη̨̃ χρυση̨̃ ἡ̨̃ ἔστησεν Ναβουχοδονοσορ ὁ βασιλεύς |