Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 6

1 καὶ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τη̃ς βασιλείας σατράπας ἑκατὸν εἴκοσι του̃ εἰ̃ναι αὐτοὺς ἐν ὅλη̨ τη̨̃ βασιλεία̨ αὐτου̃
2 καὶ ἐπάνω αὐτω̃ν τακτικοὺς τρει̃ς ὡ̃ν ἠ̃ν Δανιηλ εἱ̃ς ἐξ αὐτω̃ν του̃ ἀποδιδόναι αὐτοι̃ς τοὺς σατράπας λόγον ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλη̃ται
3 καὶ ἠ̃ν Δανιηλ ὑπὲρ αὐτούς ὅτι πνευ̃μα περισσὸν ἐν αὐτω̨̃ καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τη̃ς βασιλείας αὐτου̃
4 καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρει̃ν κατὰ Δανιηλ καὶ πα̃σαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμβλάκημα οὐχ εὑ̃ρον κατ' αὐτου̃ ὅτι πιστὸς ἠ̃ν
5 καὶ εἰ̃πον οἱ τακτικοί οὐχ εὑρήσομεν κατὰ Δανιηλ πρόφασιν εἰ μὴ ἐν νομίμοις θεου̃ αὐτου̃
6 τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τω̨̃ βασιλει̃ καὶ εἰ̃παν αὐτω̨̃ Δαρει̃ε βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι
7 συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τη̃ς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι ὕπατοι καὶ τοπάρχαι του̃ στη̃σαι στάσει βασιλικη̨̃ καὶ ἐνισχυ̃σαι ὁρισμόν ὅπως ὃς ἂν αἰτήση̨ αἴτημα παρὰ παντὸς θεου̃ καὶ ἀνθρώπου ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ σου̃ βασιλευ̃ ἐμβληθήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων
8 νυ̃ν οὐ̃ν βασιλευ̃ στη̃σον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν ὅπως μὴ ἀλλοιωθη̨̃ τὸ δόγμα Μήδων καὶ Περσω̃ν
9 τότε ὁ βασιλεὺς Δαρει̃ος ἐπέταξεν γραφη̃ναι τὸ δόγμα
10 καὶ Δανιηλ ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ αἱ θυρίδες ἀνεω̨γμέναι αὐτω̨̃ ἐν τοι̃ς ὑπερώ̨οις αὐτου̃ κατέναντι Ιερουσαλημ καὶ καιροὺς τρει̃ς τη̃ς ἡμέρας ἠ̃ν κάμπτων ἐπὶ τὰ γόνατα αὐτου̃ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον του̃ θεου̃ αὐτου̃ καθὼς ἠ̃ν ποιω̃ν ἔμπροσθεν
11 τότε οἱ ἄνδρες ἐκει̃νοι παρετήρησαν καὶ εὑ̃ρον τὸν Δανιηλ ἀξιου̃ντα καὶ δεόμενον του̃ θεου̃ αὐτου̃
12 καὶ προσελθόντες λέγουσιν τω̨̃ βασιλει̃ βασιλευ̃ οὐχ ὁρισμὸν ἔταξας ὅπως πα̃ς ἄνθρωπος ὃς ἂν αἰτήση̨ παρὰ παντὸς θεου̃ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερω̃ν τριάκοντα ἀλλ' ἢ παρὰ σου̃ βασιλευ̃ ἐμβληθήσεται εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ εἰ̃πεν ὁ βασιλεύς ἀληθινὸς ὁ λόγος καὶ τὸ δόγμα Μήδων καὶ Περσω̃ν οὐ παρελεύσεται
13 τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον του̃ βασιλέως Δανιηλ ὁ ἀπὸ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας οὐχ ὑπετάγη τω̨̃ δόγματί σου περὶ του̃ ὁρισμου̃ οὑ̃ ἔταξας καὶ καιροὺς τρει̃ς τη̃ς ἡμέρας αἰτει̃ παρὰ του̃ θεου̃ αὐτου̃ τὰ αἰτήματα αὐτου̃
14 τότε ὁ βασιλεύς ὡς τὸ ῥη̃μα ἤκουσεν πολὺ ἐλυπήθη ἐπ' αὐτω̨̃ καὶ περὶ του̃ Δανιηλ ἠγωνίσατο του̃ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἠ̃ν ἀγωνιζόμενος του̃ ἐξελέσθαι αὐτόν
15 τότε οἱ ἄνδρες ἐκει̃νοι λέγουσιν τω̨̃ βασιλει̃ γνω̃θι βασιλευ̃ ὅτι δόγμα Μήδοις καὶ Πέρσαις του̃ πα̃ν ὁρισμὸν καὶ στάσιν ἣν ἂν ὁ βασιλεὺς στήση̨ οὐ δει̃ παραλλάξαι
16 τότε ὁ βασιλεὺς εἰ̃πεν καὶ ἤγαγον τὸν Δανιηλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ ὁ θεός σου ὡ̨̃ σὺ λατρεύεις ἐνδελεχω̃ς αὐτὸς ἐξελει̃ταί σε
17 καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα του̃ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τω̨̃ δακτυλίω̨ αὐτου̃ καὶ ἐν τω̨̃ δακτυλίω̨ τω̃ν μεγιστάνων αὐτου̃ ὅπως μὴ ἀλλοιωθη̨̃ πρα̃γμα ἐν τω̨̃ Δανιηλ
18 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐκοιμήθη ἄδειπνος καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτω̨̃ καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτου̃ καὶ ἀπέκλεισεν ὁ θεὸς τὰ στόματα τω̃ν λεόντων καὶ οὐ παρηνώχλησαν τω̨̃ Δανιηλ
19 τότε ὁ βασιλεὺς ἀνέστη τὸ πρωὶ ἐν τω̨̃ φωτὶ καὶ ἐν σπουδη̨̃ ἠ̃λθεν ἐπὶ τὸν λάκκον τω̃ν λεόντων
20 καὶ ἐν τω̨̃ ἐγγίζειν αὐτὸν τω̨̃ λάκκω̨ ἐβόησεν φωνη̨̃ ἰσχυρα̨̃ Δανιηλ ὁ δου̃λος του̃ θεου̃ του̃ ζω̃ντος ὁ θεός σου ὡ̨̃ σὺ λατρεύεις ἐνδελεχω̃ς εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ στόματος τω̃ν λεόντων
21 καὶ εἰ̃πεν Δανιηλ τω̨̃ βασιλει̃ βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι
22 ὁ θεός μου ἀπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἐνέφραξεν τὰ στόματα τω̃ν λεόντων καὶ οὐκ ἐλυμήναντό με ὅτι κατέναντι αὐτου̃ εὐθύτης ηὑρέθη μοι καὶ ἐνώπιον δὲ σου̃ βασιλευ̃ παράπτωμα οὐκ ἐποίησα
23 τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτω̨̃ καὶ τὸν Δανιηλ εἰ̃πεν ἀνενέγκαι ἐκ του̃ λάκκου καὶ ἀνηνέχθη Δανιηλ ἐκ του̃ λάκκου καὶ πα̃σα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτω̨̃ ὅτι ἐπίστευσεν ἐν τω̨̃ θεω̨̃ αὐτου̃
24 καὶ εἰ̃πεν ὁ βασιλεύς καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιηλ καὶ εἰς τὸν λάκκον τω̃ν λεόντων ἐνεβλήθησαν αὐτοὶ καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος του̃ λάκκου ἕως οὑ̃ ἐκυρίευσαν αὐτω̃ν οἱ λέοντες καὶ πάντα τὰ ὀστα̃ αὐτω̃ν ἐλέπτυναν
25 τότε Δαρει̃ος ὁ βασιλεὺς ἔγραψεν πα̃σι τοι̃ς λαοι̃ς φυλαι̃ς γλώσσαις τοι̃ς οἰκου̃σιν ἐν πάση̨ τη̨̃ γη̨̃ εἰρήνη ὑμι̃ν πληθυνθείη
26 ἐκ προσώπου μου ἐτέθη δόγμα του̃ ἐν πάση̨ ἀρχη̨̃ τη̃ς βασιλείας μου εἰ̃ναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου του̃ θεου̃ Δανιηλ ὅτι αὐτός ἐστιν θεὸς ζω̃ν καὶ μένων εἰς τοὺς αἰω̃νας καὶ ἡ βασιλεία αὐτου̃ οὐ διαφθαρήσεται καὶ ἡ κυριεία αὐτου̃ ἕως τέλους
27 ἀντιλαμβάνεται καὶ ῥύεται καὶ ποιει̃ σημει̃α καὶ τέρατα ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς ὅστις ἐξείλατο τὸν Δανιηλ ἐκ χειρὸς τω̃ν λεόντων
28 καὶ Δανιηλ κατεύθυνεν ἐν τη̨̃ βασιλεία̨ Δαρείου καὶ ἐν τη̨̃ βασιλεία̨ Κύρου του̃ Πέρσου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.