Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 1

1 οὑ̃τοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυση̃ς παντὶ Ισραηλ πέραν του̃ Ιορδάνου ἐν τη̨̃ ἐρήμω̨ πρὸς δυσμαι̃ς πλησίον τη̃ς ἐρυθρα̃ς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα
2 ἕνδεκα ἡμερω̃ν ἐν Χωρηβ ὁδὸς ἐπ' ὄρος Σηιρ ἕως Καδης Βαρνη
3 καὶ ἐγενήθη ἐν τω̨̃ τεσσαρακοστω̨̃ ἔτει ἐν τω̨̃ ἑνδεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐλάλησεν Μωυση̃ς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτω̨̃ πρὸς αὐτούς
4 μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τη̃ς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν
5 ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν γη̨̃ Μωαβ ἤρξατο Μωυση̃ς διασαφη̃σαι τὸν νόμον του̃τον λέγων
6 κύριος ὁ θεὸς ἡμω̃ν ἐλάλησεν ἡμι̃ν ἐν Χωρηβ λέγων ἱκανούσθω ὑμι̃ν κατοικει̃ν ἐν τω̨̃ ὄρει τούτω̨
7 ἐπιστράφητε καὶ ἀπάρατε ὑμει̃ς καὶ εἰσπορεύεσθε εἰς ὄρος Αμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Αραβα εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γη̃ν Χαναναίων καὶ 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου Εὐφράτου
8 ἴδετε παραδέδωκα ἐνώπιον ὑμω̃ν τὴν γη̃ν εἰσπορευθέντες κληρονομήσατε τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δου̃ναι αὐτοι̃ς καὶ τω̨̃ σπέρματι αὐτω̃ν μετ' αὐτούς
9 καὶ εἰ̃πα πρὸς ὑμα̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οὐ δυνήσομαι μόνος φέρειν ὑμα̃ς
10 κύριος ὁ θεὸς ὑμω̃ν ἐπλήθυνεν ὑμα̃ς καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει
11 κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν προσθείη ὑμι̃ν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμα̃ς καθότι ἐλάλησεν ὑμι̃ν
12 πω̃ς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμω̃ν καὶ τὴν ὑπόστασιν ὑμω̃ν καὶ τὰς ἀντιλογίας ὑμω̃ν
13 δότε ἑαυτοι̃ς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμω̃ν καὶ καταστήσω ἐφ' ὑμω̃ν ἡγουμένους ὑμω̃ν
14 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας ποιη̃σαι
15 καὶ ἔλαβον ἐξ ὑμω̃ν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγει̃σθαι ἐφ' ὑμω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους καὶ γραμματοεισαγωγει̃ς τοι̃ς κριται̃ς ὑμω̃ν
16 καὶ ἐνετειλάμην τοι̃ς κριται̃ς ὑμω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων διακούετε ἀνὰ μέσον τω̃ν ἀδελφω̃ν ὑμω̃ν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφου̃ καὶ ἀνὰ μέσον προσηλύτου αὐτου̃
17 οὐκ ἐπιγνώση̨ πρόσωπον ἐν κρίσει κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινει̃ς οὐ μὴ ὑποστείλη̨ πρόσωπον ἀνθρώπου ὅτι ἡ κρίσις του̃ θεου̃ ἐστιν καὶ τὸ ῥη̃μα ὃ ἐὰν σκληρὸν ἠ̨̃ ἀφ' ὑμω̃ν ἀνοίσετε αὐτὸ ἐπ' ἐμέ καὶ ἀκούσομαι αὐτό
18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ πάντας τοὺς λόγους οὓς ποιήσετε
19 καὶ ἀπάραντες ἐκ Χωρηβ ἐπορεύθημεν πα̃σαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἣν εἴδετε ὁδὸν ὄρους του̃ Αμορραίου καθότι ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν καὶ ἤλθομεν ἕως Καδης Βαρνη
20 καὶ εἰ̃πα πρὸς ὑμα̃ς ἤλθατε ἕως του̃ ὄρους του̃ Αμορραίου ὃ ὁ κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ὑμι̃ν
21 ἴδετε παραδέδωκεν ὑμι̃ν κύριος ὁ θεὸς ὑμω̃ν πρὸ προσώπου ὑμω̃ν τὴν γη̃ν ἀναβάντες κληρονομήσατε ὃν τρόπον εἰ̃πεν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ὑμι̃ν μὴ φοβει̃σθε μηδὲ δειλιάσητε
22 καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε ἀποστείλωμεν ἄνδρας προτέρους ἡμω̃ν καὶ ἐφοδευσάτωσαν ἡμι̃ν τὴν γη̃ν καὶ ἀναγγειλάτωσαν ἡμι̃ν ἀπόκρισιν τὴν ὁδόν δι' ἡ̃ς ἀναβησόμεθα ἐν αὐτη̨̃ καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς
23 καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥη̃μα καὶ ἔλαβον ἐξ ὑμω̃ν δώδεκα ἄνδρας ἄνδρα ἕνα κατὰ φυλήν
24 καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν
25 καὶ ἐλάβοσαν ἐν ται̃ς χερσὶν αὐτω̃ν ἀπὸ του̃ καρπου̃ τη̃ς γη̃ς καὶ κατήνεγκαν πρὸς ἡμα̃ς καὶ ἔλεγον ἀγαθὴ ἡ γη̃ ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ἡμι̃ν
26 καὶ οὐκ ἠθελήσατε ἀναβη̃ναι καὶ ἠπειθήσατε τω̨̃ ῥήματι κυρίου του̃ θεου̃ ὑμω̃ν
27 καὶ διεγογγύζετε ἐν ται̃ς σκηναι̃ς ὑμω̃ν καὶ εἴπατε διὰ τὸ μισει̃ν κύριον ἡμα̃ς ἐξήγαγεν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου παραδου̃ναι ἡμα̃ς εἰς χει̃ρας Αμορραίων ἐξολεθρευ̃σαι ἡμα̃ς
28 που̃ ἡμει̃ς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμω̃ν ἀπέστησαν ὑμω̃ν τὴν καρδίαν λέγοντες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμω̃ν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως του̃ οὐρανου̃ ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκει̃
29 καὶ εἰ̃πα πρὸς ὑμα̃ς μὴ πτήξητε μηδὲ φοβηθη̃τε ἀπ' αὐτω̃ν
30 κύριος ὁ θεὸς ὑμω̃ν ὁ προπορευόμενος πρὸ προσώπου ὑμω̃ν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ' ὑμω̃ν κατὰ πάντα ὅσα ἐποίησεν ὑμι̃ν ἐν γη̨̃ Αἰγύπτω̨
31 καὶ ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ ἣν εἴδετε ὡς ἐτροφοφόρησέν σε κύριος ὁ θεός σου ὡς εἴ τις τροφοφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτου̃ κατὰ πα̃σαν τὴν ὁδόν ἣν ἐπορεύθητε ἕως ἤλθετε εἰς τὸν τόπον του̃τον
32 καὶ ἐν τω̨̃ λόγω̨ τούτω̨ οὐκ ἐνεπιστεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν
33 ὃς προπορεύεται πρότερος ὑμω̃ν ἐν τη̨̃ ὁδω̨̃ ἐκλέγεσθαι ὑμι̃ν τόπον ὁδηγω̃ν ὑμα̃ς ἐν πυρὶ νυκτὸς δεικνύων ὑμι̃ν τὴν ὁδόν καθ' ἣν πορεύεσθε ἐπ' αὐτη̃ς καὶ ἐν νεφέλη̨ ἡμέρας
34 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τω̃ν λόγων ὑμω̃ν καὶ παροξυνθεὶς ὤμοσεν λέγων
35 εἰ ὄψεταί τις τω̃ν ἀνδρω̃ν τούτων τὴν ἀγαθὴν ταύτην γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν
36 πλὴν Χαλεβ υἱὸς Ιεφοννη οὑ̃τος ὄψεται αὐτήν καὶ τούτω̨ δώσω τὴν γη̃ν ἐφ' ἣν ἐπέβη καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ τὸ προσκει̃σθαι αὐτὸν τὰ πρὸς κύριον
37 καὶ ἐμοὶ ἐθυμώθη κύριος δι' ὑμα̃ς λέγων οὐδὲ σὺ οὐ μὴ εἰσέλθη̨ς ἐκει̃
38 'Ιησου̃ς υἱὸς Ναυη ὁ παρεστηκώς σοι οὑ̃τος εἰσελεύσεται ἐκει̃ αὐτὸν κατίσχυσον ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τω̨̃ Ισραηλ
39 καὶ πα̃ν παιδίον νέον ὅστις οὐκ οἰ̃δεν σήμερον ἀγαθὸν ἢ κακόν οὑ̃τοι εἰσελεύσονται ἐκει̃ καὶ τούτοις δώσω αὐτήν καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν
40 καὶ ὑμει̃ς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον ὁδὸν τὴν ἐπὶ τη̃ς ἐρυθρα̃ς θαλάσσης
41 καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε ἡμάρτομεν ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν ἡμει̃ς ἀναβάντες πολεμήσομεν κατὰ πάντα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμω̃ν ἡμι̃ν καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτου̃ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος
42 καὶ εἰ̃πεν κύριος πρός με εἰπὸν αὐτοι̃ς οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε οὐ γάρ εἰμι μεθ' ὑμω̃ν καὶ οὐ μὴ συντριβη̃τε ἐνώπιον τω̃ν ἐχθρω̃ν ὑμω̃ν
43 καὶ ἐλάλησα ὑμι̃ν καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ῥη̃μα κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος
44 καὶ ἐξη̃λθεν ὁ Αμορραι̃ος ὁ κατοικω̃ν ἐν τω̨̃ ὄρει ἐκείνω̨ εἰς συνάντησιν ὑμι̃ν καὶ κατεδίωξαν ὑμα̃ς ὡς εἰ ποιήσαισαν αἱ μέλισσαι καὶ ἐτίτρωσκον ὑμα̃ς ἀπὸ Σηιρ ἕως Ερμα
45 καὶ καθίσαντες ἐκλαίετε ἔναντι κυρίου καὶ οὐκ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ὑμω̃ν οὐδὲ προσέσχεν ὑμι̃ν
46 καὶ ἐνεκάθησθε ἐν Καδης ἡμέρας πολλάς ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 2

1 καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς
2 καὶ εἰ̃πεν κύριος πρός με
3 ἱκανούσθω ὑμι̃ν κυκλου̃ν τὸ ὄρος του̃το ἐπιστράφητε οὐ̃ν ἐπὶ βορρα̃ν
4 καὶ τω̨̃ λαω̨̃ ἔντειλαι λέγων ὑμει̃ς παραπορεύεσθε διὰ τω̃ν ὁρίων τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ησαυ οἳ κατοικου̃σιν ἐν Σηιρ καὶ φοβηθήσονται ὑμα̃ς καὶ εὐλαβηθήσονται ὑμα̃ς σφόδρα
5 μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν οὐδὲ βη̃μα ποδός ὅτι ἐν κλήρω̨ δέδωκα τοι̃ς υἱοι̃ς Ησαυ τὸ ὄρος τὸ Σηιρ
6 βρώματα ἀργυρίου ἀγοράσατε παρ' αὐτω̃ν καὶ φάγεσθε καὶ ὕδωρ μέτρω̨ λήμψεσθε παρ' αὐτω̃ν ἀργυρίου καὶ πίεσθε
7 ὁ γὰρ κύριος ὁ θεὸς ἡμω̃ν εὐλόγησέν σε ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου διάγνωθι πω̃ς διη̃λθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σου̃ οὐκ ἐπεδεήθης ῥήματος
8 καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμω̃ν υἱοὺς Ησαυ τοὺς κατοικου̃ντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ
9 καὶ εἰ̃πεν κύριος πρός με μὴ ἐχθραίνετε τοι̃ς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δω̃ ὑμι̃ν ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἐν κλήρω̨ τοι̃ς γὰρ υἱοι̃ς Λωτ δέδωκα τὴν Σηιρ κληρονομει̃ν
10 οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ' αὐτη̃ς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ
11 Ραφαϊν λογισθήσονται καὶ οὑ̃τοι ὥσπερ οἱ Ενακιμ καὶ οἱ Μωαβι̃ται ἐπονομάζουσιν αὐτοὺς Ομμιν
12 καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραι̃ος πρότερον καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτω̃ν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γη̃ν τη̃ς κληρονομίας αὐτου̃ ἣν δέδωκεν κύριος αὐτοι̃ς
13 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε ὑμει̃ς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ
14 καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὑ̃ παρήλθομεν τὴν φάραγγα Ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὑ̃ διέπεσεν πα̃σα γενεὰ ἀνδρω̃ν πολεμιστω̃ν ἀποθνή̨σκοντες ἐκ τη̃ς παρεμβολη̃ς καθότι ὤμοσεν αὐτοι̃ς ὁ θεός
15 καὶ ἡ χεὶρ του̃ θεου̃ ἠ̃ν ἐπ' αὐτοι̃ς ἐξαναλω̃σαι αὐτοὺς ἐκ τη̃ς παρεμβολη̃ς ἕως οὑ̃ διέπεσαν
16 καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνή̨σκοντες ἐκ μέσου του̃ λαου̃
17 καὶ ἐλάλησεν κύριος πρός με λέγων
18 σὺ παραπορεύση̨ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ
19 καὶ προσάξετε ἐγγὺς υἱω̃ν Αμμαν μὴ ἐχθραίνετε αὐτοι̃ς καὶ μὴ συνάψητε αὐτοι̃ς εἰς πόλεμον οὐ γὰρ μὴ δω̃ ἀπὸ τη̃ς γη̃ς υἱω̃ν Αμμαν σοὶ ἐν κλήρω̨ ὅτι τοι̃ς υἱοι̃ς Λωτ δέδωκα αὐτὴν ἐν κλήρω̨
20 γη̃ Ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ' αὐτη̃ς κατώ̨κουν οἱ Ραφαϊν τὸ πρότερον καὶ οἱ Αμμανι̃ται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν
21 ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμω̃ν ὥσπερ οἱ Ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης
22 ὥσπερ ἐποίησαν τοι̃ς υἱοι̃ς Ησαυ τοι̃ς κατοικου̃σιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραι̃ον ἀπὸ προσώπου αὐτω̃ν καὶ κατεκληρονόμησαν καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς ἡμέρας ταύτης
23 καὶ οἱ Ευαι̃οι οἱ κατοικου̃ντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατω̨κίσθησαν ἀντ' αὐτω̃ν
24 νυ̃ν οὐ̃ν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμει̃ς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χει̃ράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἐνάρχου κληρονομει̃ν σύναπτε πρὸς αὐτὸν πόλεμον
25 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνάρχου δου̃ναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τω̃ν ἐθνω̃ν τω̃ν ὑποκάτω του̃ οὐρανου̃ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδι̃νας ἕξουσιν ἀπὸ προσώπου σου
26 καὶ ἀπέστειλα πρέσβεις ἐκ τη̃ς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοι̃ς λέγων
27 παρελεύσομαι διὰ τη̃ς γη̃ς σου ἐν τη̨̃ ὁδω̨̃ παρελεύσομαι οὐχὶ ἐκκλινω̃ δεξιὰ οὐδὲ ἀριστερά
28 βρώματα ἀργυρίου ἀποδώση̨ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώση̨ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοι̃ς ποσίν
29 καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικου̃ντες ἐν Σηιρ καὶ οἱ Μωαβι̃ται οἱ κατοικου̃ντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν ἡμι̃ν
30 καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθει̃ν ἡμα̃ς δι' αὐτου̃ ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμω̃ν τὸ πνευ̃μα αὐτου̃ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτου̃ ἵνα παραδοθη̨̃ εἰς τὰς χει̃ράς σου ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
31 καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ ἠ̃ργμαι παραδου̃ναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ τὴν γη̃ν αὐτου̃ ἔναρξαι κληρονομη̃σαι τὴν γη̃ν αὐτου̃
32 καὶ ἐξη̃λθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον Ιασσα
33 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν πρὸ προσώπου ἡμω̃ν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃
34 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν οὐ κατελίπομεν ζωγρείαν
35 πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐλάβομεν
36 ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χει̃λος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὐ̃σαν ἐν τη̨̃ φάραγγι καὶ ἕως ὄρους του̃ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμα̃ς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν
37 πλὴν εἰς γη̃ν υἱω̃ν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυρου̃ντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τη̨̃ ὀρεινη̨̃ καθότι ἐνετείλατο ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 3

1 καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν
2 καὶ εἰ̃πεν κύριος πρός με μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ ὥσπερ ἐποίησας Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων
3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐπατάξαμεν αὐτὸν ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ σπέρμα
4 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτω̃ν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν
5 πα̃σαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τω̃ν πόλεων τω̃ν Φερεζαίων τω̃ν πολλω̃ν σφόδρα
6 ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας καὶ τὰ παιδία
7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐπρονομεύσαμεν ἑαυτοι̃ς
8 καὶ ἐλάβομεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὴν γη̃ν ἐκ χειρω̃ν δύο βασιλέων τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου ἀπὸ του̃ χειμάρρου Αρνων καὶ ἕως Αερμων
9 οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ καὶ ὁ Αμορραι̃ος ἐπωνόμασεν αὐτὸ Σανιρ
10 πα̃σαι πόλεις Μισωρ καὶ πα̃σα Γαλααδ καὶ πα̃σα Βασαν ἕως Σελχα καὶ Εδραϊν πόλεις βασιλείας του̃ Ωγ ἐν τη̨̃ Βασαν
11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τω̃ν Ραφαϊν ἰδοὺ ἡ κλίνη αὐτου̃ κλίνη σιδηρα̃ ἰδοὺ αὕτη ἐν τη̨̃ ἄκρα̨ τω̃ν υἱω̃ν Αμμων ἐννέα πηχω̃ν τὸ μη̃κος αὐτη̃ς καὶ τεσσάρων πηχω̃ν τὸ εὐ̃ρος αὐτη̃ς ἐν πήχει ἀνδρός
12 καὶ τὴν γη̃ν ἐκείνην ἐκληρονομήσαμεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτου̃ ἔδωκα τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ
13 καὶ τὸ κατάλοιπον του̃ Γαλααδ καὶ πα̃σαν τὴν Βασαν βασιλείαν Ωγ ἔδωκα τω̨̃ ἡμίσει φυλη̃ς Μανασση καὶ πα̃σαν περίχωρον Αργοβ πα̃σαν τὴν Βασαν ἐκείνην γη̃ Ραφαϊν λογισθήσεται
14 καὶ Ιαϊρ υἱὸς Μανασση ἔλαβεν πα̃σαν τὴν περίχωρον Αργοβ ἕως τω̃ν ὁρίων Γαργασι καὶ Ομαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ τὴν Βασαν Αυωθ Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης
15 καὶ τω̨̃ Μαχιρ ἔδωκα τὴν Γαλααδ
16 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ δέδωκα ἀπὸ τη̃ς Γαλααδ ἕως χειμάρρου Αρνων μέσον του̃ χειμάρρου ὅριον καὶ ἕως του̃ Ιαβοκ ὁ χειμάρρους ὅριον τοι̃ς υἱοι̃ς Αμμαν
17 καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκη̃ς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολω̃ν
18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων κύριος ὁ θεὸς ὑμω̃ν ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην ἐν κλήρω̨ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ πα̃ς δυνατός
19 πλὴν αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ τέκνα ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν οἰ̃δα ὅτι πολλὰ κτήνη ὑμι̃ν κατοικείτωσαν ἐν ται̃ς πόλεσιν ὑμω̃ν αἱ̃ς ἔδωκα ὑμι̃ν
20 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κατακληρονομήσουσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν ἔδωκα ὑμι̃ν
21 καὶ τω̨̃ 'Ιησοι̃ ἐνετειλάμην ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τοι̃ς δυσὶ βασιλευ̃σι τούτοις οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκει̃
22 οὐ φοβηθήσεσθε ὅτι κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς πολεμήσει περὶ ὑμω̃ν
23 καὶ ἐδεήθην κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων
24 κύριε κύριε σὺ ἤρξω δει̃ξαι τω̨̃ σω̨̃ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἢ ἐπὶ τη̃ς γη̃ς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου
25 διαβὰς οὐ̃ν ὄψομαι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην τὴν οὐ̃σαν πέραν του̃ Ιορδάνου τὸ ὄρος του̃το τὸ ἀγαθὸν καὶ τὸν 'Αντιλίβανον
26 καὶ ὑπερει̃δεν κύριος ἐμὲ ἕνεκεν ὑμω̃ν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἰ̃πεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθη̨̃ς ἔτι λαλη̃σαι τὸν λόγον του̃τον
27 ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου ὅτι οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον
28 καὶ ἔντειλαι 'Ιησοι̃ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὑ̃τος διαβήσεται πρὸ προσώπου του̃ λαου̃ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοι̃ς τὴν γη̃ν ἣν ἑώρακας
29 καὶ ἐνεκαθήμεθα ἐν νάπη̨ σύνεγγυς οἴκου Φογωρ

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 4,  στἰχοι 1-44

1 καὶ νυ̃ν Ισραηλ ἄκουε τω̃ν δικαιωμάτων καὶ τω̃ν κριμάτων ὅσα ἐγὼ διδάσκω ὑμα̃ς σήμερον ποιει̃ν ἵνα ζη̃τε καὶ πολυπλασιασθη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν
2 οὐ προσθήσετε πρὸς τὸ ῥη̃μα ὃ ἐγὼ ἐντέλλομαι ὑμι̃ν καὶ οὐκ ἀφελει̃τε ἀπ' αὐτου̃ φυλάσσεσθε τὰς ἐντολὰς κυρίου του̃ θεου̃ ὑμω̃ν ὅσα ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον
3 οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τω̨̃ Βεελφεγωρ ὅτι πα̃ς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγωρ ἐξέτριψεν αὐτὸν κύριος ὁ θεὸς ὑμω̃ν ἐξ ὑμω̃ν
4 ὑμει̃ς δὲ οἱ προσκείμενοι κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ζη̃τε πάντες ἐν τη̨̃ σήμερον
5 ἴδετε δέδειχα ὑμι̃ν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι κύριος ποιη̃σαι οὕτως ἐν τη̨̃ γη̨̃ εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν
6 καὶ φυλάξεσθε καὶ ποιήσετε ὅτι αὕτη ἡ σοφία ὑμω̃ν καὶ ἡ σύνεσις ἐναντίον πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταυ̃τα καὶ ἐρου̃σιν ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα του̃το
7 ὅτι ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ θεὸς ἐγγίζων αὐτοι̃ς ὡς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πα̃σιν οἱ̃ς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα
8 καὶ ποι̃ον ἔθνος μέγα ὡ̨̃ ἐστιν αὐτω̨̃ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον του̃τον ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμω̃ν σήμερον
9 πρόσεχε σεαυτω̨̃ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθη̨ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τη̃ς καρδίας σου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τω̃ν υἱω̃ν σου
10 ἡμέραν ἣν ἔστητε ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν ἐν Χωρηβ τη̨̃ ἡμέρα̨ τη̃ς ἐκκλησίας ὅτε εἰ̃πεν κύριος πρός με ἐκκλησίασον πρός με τὸν λαόν καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου ὅπως μάθωσιν φοβει̃σθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς καὶ τοὺς υἱοὺς αὐτω̃ν διδάξωσιν
11 καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως του̃ οὐρανου̃ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
12 καὶ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐκ μέσου του̃ πυρός φωνὴν ῥημάτων ὑμει̃ς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ' ἢ φωνήν
13 καὶ ἀνήγγειλεν ὑμι̃ν τὴν διαθήκην αὐτου̃ ἣν ἐνετείλατο ὑμι̃ν ποιει̃ν τὰ δέκα ῥήματα καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας
14 καὶ ἐμοὶ ἐνετείλατο κύριος ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ διδάξαι ὑμα̃ς δικαιώματα καὶ κρίσεις ποιει̃ν αὐτὰ ὑμα̃ς ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομει̃ν αὐτήν
15 καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμω̃ν ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν Χωρηβ ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός
16 μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πα̃σαν εἰκόνα ὁμοίωμα ἀρσενικου̃ ἢ θηλυκου̃
17 ὁμοίωμα παντὸς κτήνους τω̃ν ὄντων ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ὀρνέου πτερωτου̃ ὃ πέταται ὑπὸ τὸν οὐρανόν
18 ὁμοίωμα παντὸς ἑρπετου̃ ὃ ἕρπει ἐπὶ τη̃ς γη̃ς ὁμοίωμα παντὸς ἰχθύος ὅσα ἐστὶν ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς
19 καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον του̃ οὐρανου̃ πλανηθεὶς προσκυνήση̨ς αὐτοι̃ς καὶ λατρεύση̨ς αὐτοι̃ς ἃ ἀπένειμεν κύριος ὁ θεός σου αὐτὰ πα̃σιν τοι̃ς ἔθνεσιν τοι̃ς ὑποκάτω του̃ οὐρανου̃
20 ὑμα̃ς δὲ ἔλαβεν ὁ θεὸς καὶ ἐξήγαγεν ὑμα̃ς ἐκ τη̃ς καμίνου τη̃ς σιδηρα̃ς ἐξ Αἰγύπτου εἰ̃ναι αὐτω̨̃ λαὸν ἔγκληρον ὡς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
21 καὶ κύριος ἐθυμώθη μοι περὶ τω̃ν λεγομένων ὑφ' ὑμω̃ν καὶ ὤμοσεν ἵνα μὴ διαβω̃ τὸν Ιορδάνην του̃τον καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς δίδωσίν σοι ἐν κλήρω̨
22 ἐγὼ γὰρ ἀποθνή̨σκω ἐν τη̨̃ γη̨̃ ταύτη̨ καὶ οὐ διαβαίνω τὸν Ιορδάνην του̃τον ὑμει̃ς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην
23 προσέχετε ὑμει̃ς μὴ ἐπιλάθησθε τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν διέθετο πρὸς ὑμα̃ς καὶ ποιήσητε ὑμι̃ν ἑαυτοι̃ς γλυπτὸν ὁμοίωμα πάντων ὡ̃ν συνέταξεν κύριος ὁ θεός σου
24 ὅτι κύριος ὁ θεός σου πυ̃ρ καταναλίσκον ἐστίν θεὸς ζηλωτής
25 ἐὰν δὲ γεννήση̨ς υἱοὺς καὶ υἱοὺς τω̃ν υἱω̃ν σου καὶ χρονίσητε ἐπὶ τη̃ς γη̃ς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν παροργίσαι αὐτόν
26 διαμαρτύρομαι ὑμι̃ν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γη̃ν ὅτι ἀπωλεία̨ ἀπολει̃σθε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν οὐχὶ πολυχρονιει̃τε ἡμέρας ἐπ' αὐτη̃ς ἀλλ' ἢ ἐκτριβη̨̃ ἐκτριβήσεσθε
27 καὶ διασπερει̃ κύριος ὑμα̃ς ἐν πα̃σιν τοι̃ς ἔθνεσιν καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμω̨̃ ἐν τοι̃ς ἔθνεσιν εἰς οὓς εἰσάξει κύριος ὑμα̃ς ἐκει̃
28 καὶ λατρεύσετε ἐκει̃ θεοι̃ς ἑτέροις ἔργοις χειρω̃ν ἀνθρώπων ξύλοις καὶ λίθοις οἳ οὐκ ὄψονται οὐδὲ μὴ ἀκούσωσιν οὔτε μὴ φάγωσιν οὔτε μὴ ὀσφρανθω̃σιν
29 καὶ ζητήσετε ἐκει̃ κύριον τὸν θεὸν ὑμω̃ν καὶ εὑρήσετε ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τη̃ς καρδίας σου καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς σου ἐν τη̨̃ θλίψει σου
30 καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὑ̃τοι ἐπ' ἐσχάτω̨ τω̃ν ἡμερω̃ν καὶ ἐπιστραφήση̨ πρὸς κύριον τὸν θεόν σου καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς αὐτου̃
31 ὅτι θεὸς οἰκτίρμων κύριος ὁ θεός σου οὐκ ἐγκαταλείψει σε οὐδὲ μὴ ἐκτρίψει σε οὐκ ἐπιλήσεται τὴν διαθήκην τω̃ν πατέρων σου ἣν ὤμοσεν αὐτοι̃ς
32 ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἔκτισεν ὁ θεὸς ἄνθρωπον ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ οὐρανου̃ ἕως ἄκρου του̃ οὐρανου̃ εἰ γέγονεν κατὰ τὸ ῥη̃μα τὸ μέγα του̃το εἰ ἤκουσται τοιου̃το
33 εἰ ἀκήκοεν ἔθνος φωνὴν θεου̃ ζω̃ντος λαλου̃ντος ἐκ μέσου του̃ πυρός ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας
34 εἰ ἐπείρασεν ὁ θεὸς εἰσελθὼν λαβει̃ν ἑαυτω̨̃ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμω̨̃ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν πολέμω̨ καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις κατὰ πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν ἐν Αἰγύπτω̨ ἐνώπιόν σου βλέποντος
35 ὥστε εἰδη̃σαί σε ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεός ἐστιν καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃
36 ἐκ του̃ οὐρανου̃ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτου̃ παιδευ̃σαί σε καὶ ἐπὶ τη̃ς γη̃ς ἔδειξέν σοι τὸ πυ̃ρ αὐτου̃ τὸ μέγα καὶ τὰ ῥήματα αὐτου̃ ἤκουσας ἐκ μέσου του̃ πυρός
37 διὰ τὸ ἀγαπη̃σαι αὐτὸν τοὺς πατέρας σου καὶ ἐξελέξατο τὸ σπέρμα αὐτω̃ν μετ' αὐτοὺς ὑμα̃ς καὶ ἐξήγαγέν σε αὐτὸς ἐν τη̨̃ ἰσχύι αὐτου̃ τη̨̃ μεγάλη̨ ἐξ Αἰγύπτου
38 ἐξολεθρευ̃σαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου εἰσαγαγει̃ν σε δου̃ναί σοι τὴν γη̃ν αὐτω̃ν κληρονομει̃ν καθὼς ἔχεις σήμερον
39 καὶ γνώση̨ σήμερον καὶ ἐπιστραφήση̨ τη̨̃ διανοία̨ ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτου̃
40 καὶ φυλάξη̨ τὰ δικαιώματα αὐτου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὐ̃ σοι γένηται καὶ τοι̃ς υἱοι̃ς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας
41 τότε ἀφώρισεν Μωυση̃ς τρει̃ς πόλεις πέραν του̃ Ιορδάνου ἀπὸ ἀνατολω̃ν ἡλίου
42 φυγει̃ν ἐκει̃ τὸν φονευτήν ὃς ἂν φονεύση̨ τὸν πλησίον οὐκ εἰδὼς καὶ οὑ̃τος οὐ μισω̃ν αὐτὸν πρὸ τη̃ς ἐχθὲς καὶ τρίτης καὶ καταφεύξεται εἰς μίαν τω̃ν πόλεων τούτων καὶ ζήσεται
43 τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ ἐν τη̨̃ γη̨̃ τη̨̃ πεδινη̨̃ τω̨̃ Ρουβην καὶ τὴν Ραμωθ ἐν Γαλααδ τω̨̃ Γαδδι καὶ τὴν Γαυλων ἐν Βασαν τω̨̃ Μανασση
44 οὑ̃τος ὁ νόμος ὃν παρέθετο Μωυση̃ς ἐνώπιον υἱω̃ν Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.