Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 26,  στἰχοι 16-19

16 ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιη̃σαι πάντα τὰ δικαιώματα ταυ̃τα καὶ τὰ κρίματα καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν
17 τὸν θεὸν εἵλου σήμερον εἰ̃ναί σου θεὸν καὶ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτου̃ καὶ ὑπακούειν τη̃ς φωνη̃ς αὐτου̃
18 καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτω̨̃ λαὸν περιούσιον καθάπερ εἰ̃πέν σοι φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃
19 καὶ εἰ̃ναί σε ὑπεράνω πάντων τω̃ν ἐθνω̃ν ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν εἰ̃ναί σε λαὸν ἅγιον κυρίω̨ τω̨̃ θεω̨̃ σου καθὼς ἐλάλησεν

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 27

1 καὶ προσέταξεν Μωυση̃ς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμι̃ν σήμερον
2 καὶ ἔσται ἡ̨̃ ἂν ἡμέρα̨ διαβη̃τε τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτω̨̃ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονία̨
3 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντας τοὺς λόγους του̃ νόμου τούτου ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων σου δίδωσίν σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἰ̃πεν κύριος ὁ θεὸς τω̃ν πατέρων σού σοι
4 καὶ ἔσται ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονία̨
5 καὶ οἰκοδομήσεις ἐκει̃ θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλει̃ς ἐπ' αὐτοὺς σίδηρον
6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίω̨ τω̨̃ θεω̨̃ σου
7 καὶ θύσεις ἐκει̃ θυσίαν σωτηρίου κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ φάγη̨ καὶ ἐμπλησθήση̨ καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου
8 καὶ γράψεις ἐπὶ τω̃ν λίθων πάντα τὸν νόμον του̃τον σαφω̃ς σφόδρα
9 καὶ ἐλάλησεν Μωυση̃ς καὶ οἱ ἱερει̃ς οἱ Λευι̃ται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ γέγονας εἰς λαὸν κυρίω̨ τω̨̃ θεω̨̃ σου
10 καὶ εἰσακούση̨ τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
11 καὶ ἐνετείλατο Μωυση̃ς τω̨̃ λαω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων
12 οὑ̃τοι στήσονται εὐλογει̃ν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
13 καὶ οὑ̃τοι στήσονται ἐπὶ τη̃ς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι
14 καὶ ἀποκριθέντες οἱ Λευι̃ται ἐρου̃σιν παντὶ Ισραηλ φωνη̨̃ μεγάλη̨
15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίω̨ ἔργον χειρω̃ν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφω̨ καὶ ἀποκριθεὶς πα̃ς ὁ λαὸς ἐρου̃σιν γένοιτο
16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια του̃ πλησίον καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
18 ἐπικατάρατος ὁ πλανω̃ν τυφλὸν ἐν ὁδω̨̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνη̨ κρίσιν προσηλύτου καὶ ὀρφανου̃ καὶ χήρας καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ὅτι ἀπεκάλυψεν συγκάλυμμα του̃ πατρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερα̃ς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφη̃ς γυναικὸς αὐτου̃ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτου̃ δόλω̨ καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
25 ἐπικατάρατος ὃς ἂν λάβη̨ δω̃ρα πατάξαι ψυχὴν αἵματος ἀθώ̨ου καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο
26 ἐπικατάρατος πα̃ς ἄνθρωπος ὃς οὐκ ἐμμενει̃ ἐν πα̃σιν τοι̃ς λόγοις του̃ νόμου τούτου του̃ ποιη̃σαι αὐτούς καὶ ἐρου̃σιν πα̃ς ὁ λαός γένοιτο

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 28

1 καὶ ἔσται ὡς ἂν διαβη̃τε τὸν Ιορδάνην εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν ἐὰν ἀκοη̨̃ εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς
2 καὶ ἥξουσιν ἐπὶ σὲ πα̃σαι αἱ εὐλογίαι αὑ̃ται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοη̨̃ ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου
3 εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρω̨̃
4 εὐλογημένα τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου
5 εὐλογημέναι αἱ ἀποθη̃καί σου καὶ τὰ ἐγκαταλείμματά σου
6 εὐλογημένος σὺ ἐν τω̨̃ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τω̨̃ ἐκπορεύεσθαί σε
7 παραδω̨̃ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδω̨̃ μια̨̃ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοι̃ς φεύξονται ἀπὸ προσώπου σου
8 ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοι̃ς ταμιείοις σου καὶ ἐν πα̃σιν οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι
9 ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτω̨̃ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου ἐὰν εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ πορευθη̨̃ς ἐν ται̃ς ὁδοι̃ς αὐτου̃
10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε
11 καὶ πληθυνει̃ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοι̃ς ἐκγόνοις τη̃ς κοιλίας σου καὶ ἐπὶ τοι̃ς γενήμασιν τη̃ς γη̃ς σου καὶ ἐπὶ τοι̃ς ἐκγόνοις τω̃ν κτηνω̃ν σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου δου̃ναί σοι
12 ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτου̃ τὸν ἀγαθόν τὸν οὐρανόν δου̃ναι τὸν ὑετὸν τη̨̃ γη̨̃ σου ἐπὶ καιρου̃ αὐτου̃ εὐλογη̃σαι πάντα τὰ ἔργα τω̃ν χειρω̃ν σου καὶ δανιει̃ς ἔθνεσιν πολλοι̃ς σὺ δὲ οὐ δανιη̨̃ καὶ ἄρξεις σὺ ἐθνω̃ν πολλω̃ν σου̃ δὲ οὐκ ἄρξουσιν
13 καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔση̨ τότε ἐπάνω καὶ οὐκ ἔση̨ ὑποκάτω ἐὰν ἀκούση̨ς τω̃ν ἐντολω̃ν κυρίου του̃ θεου̃ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιει̃ν
14 οὐ παραβήση̨ ἀπὸ πάντων τω̃ν λόγων ὡ̃ν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεω̃ν ἑτέρων λατρεύειν αὐτοι̃ς
15 καὶ ἔσται ἐὰν μὴ εἰσακούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς αὐτου̃ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πα̃σαι αἱ κατάραι αὑ̃ται καὶ καταλήμψονταί σε
16 ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρω̨̃
17 ἐπικατάρατοι αἱ ἀποθη̃καί σου καὶ τὰ ἐγκαταλείμματά σου
18 ἐπικατάρατα τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου
19 ἐπικατάρατος σὺ ἐν τω̨̃ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τω̨̃ εἰσπορεύεσθαί σε
20 ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου ὅσα ἐὰν ποιήση̨ς ἕως ἂν ἐξολεθρεύση̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με
21 προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώση̨ σε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν σὺ εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι αὐτήν
22 πατάξαι σε κύριος ἀπορία̨ καὶ πυρετω̨̃ καὶ ῥίγει καὶ ἐρεθισμω̨̃ καὶ φόνω̨ καὶ ἀνεμοφθορία̨ καὶ τη̨̃ ὤχρα̨ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε
23 καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλη̃ς σου χαλκου̃ς καὶ ἡ γη̃ ἡ ὑποκάτω σου σιδηρα̃
24 δώ̨η κύριος τὸν ὑετὸν τη̨̃ γη̨̃ σου κονιορτόν καὶ χου̃ς ἐκ του̃ οὐρανου̃ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψη̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε
25 δώ̨η σε κύριος ἐπικοπὴν ἐναντίον τω̃ν ἐχθρω̃ν σου ἐν ὁδω̨̃ μια̨̃ ἐξελεύση̨ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοι̃ς φεύξη̨ ἀπὸ προσώπου αὐτω̃ν καὶ ἔση̨ ἐν διασπορα̨̃ ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς
26 καὶ ἔσονται οἱ νεκροὶ ὑμω̃ν κατάβρωμα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ οὐκ ἔσται ὁ ἀποσοβω̃ν
27 πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίω̨ ἐν ται̃ς ἕδραις καὶ ψώρα̨ ἀγρία̨ καὶ κνήφη̨ ὥστε μὴ δύνασθαί σε ἰαθη̃ναι
28 πατάξαι σε κύριος παραπληξία̨ καὶ ἀορασία̨ καὶ ἐκστάσει διανοίας
29 καὶ ἔση̨ ψηλαφω̃ν μεσημβρίας ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τω̨̃ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔση̨ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι ὁ βοηθω̃ν
30 γυναι̃κα λήμψη̨ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτη̨̃ ἀμπελω̃να φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν
31 ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγη̨ ἐξ αὐτου̃ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σου̃ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοι̃ς ἐχθροι̃ς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθω̃ν
32 οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρω̨ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει ἡ χείρ σου
33 τὰ ἐκφόρια τη̃ς γη̃ς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι καὶ ἔση̨ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας
34 καὶ ἔση̨ παράπληκτος διὰ τὰ ὁράματα τω̃ν ὀφθαλμω̃ν σου ἃ βλέψη̨
35 πατάξαι σε κύριος ἐν ἕλκει πονηρω̨̃ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθη̃ναι ἀπὸ ἴχνους τω̃ν ποδω̃ν σου ἕως τη̃ς κορυφη̃ς σου
36 ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήση̨ς ἐπὶ σεαυτόν εἰς ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου καὶ λατρεύσεις ἐκει̃ θεοι̃ς ἑτέροις ξύλοις καὶ λίθοις
37 καὶ ἔση̨ ἐκει̃ ἐν αἰνίγματι καὶ παραβολη̨̃ καὶ διηγήματι ἐν πα̃σιν τοι̃ς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγη̨ σε κύριος ἐκει̃
38 σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς
39 ἀμπελω̃να φυτεύσεις καὶ κατεργα̨̃ καὶ οἰ̃νον οὐ πίεσαι οὐδὲ εὐφρανθήση̨ ἐξ αὐτου̃ ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ
40 ἐλαι̃αι ἔσονταί σοι ἐν πα̃σι τοι̃ς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίση̨ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου
41 υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσία̨
42 πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου ἐξαναλώσει ἡ ἐρυσίβη
43 ὁ προσήλυτος ὅς ἐστιν ἐν σοί ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω σὺ δὲ καταβήση̨ κάτω κάτω
44 οὑ̃τος δανιει̃ σοι σὺ δὲ τούτω̨ οὐ δανιει̃ς οὑ̃τος ἔσται κεφαλή σὺ δὲ ἔση̨ οὐρά
45 καὶ ἐλεύσονται ἐπὶ σὲ πα̃σαι αἱ κατάραι αὑ̃ται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύση̨ σε καὶ ἕως ἂν ἀπολέση̨ σε ὅτι οὐκ εἰσήκουσας τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου φυλάξαι τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα αὐτου̃ ὅσα ἐνετείλατό σοι
46 καὶ ἔσται ἐν σοὶ σημει̃α καὶ τέρατα καὶ ἐν τω̨̃ σπέρματί σου ἕως του̃ αἰω̃νος
47 ἀνθ' ὡ̃ν οὐκ ἐλάτρευσας κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐν εὐφροσύνη̨ καὶ ἀγαθη̨̃ καρδία̨ διὰ τὸ πλη̃θος πάντων
48 καὶ λατρεύσεις τοι̃ς ἐχθροι̃ς σου οὓς ἐπαποστελει̃ κύριος ἐπὶ σέ ἐν λιμω̨̃ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηρου̃ν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύση̨ σε
49 ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ' ἐσχάτου τη̃ς γη̃ς ὡσεὶ ὅρμημα ἀετου̃ ἔθνος ὃ οὐκ ἀκούση̨ τη̃ς φωνη̃ς αὐτου̃
50 ἔθνος ἀναιδὲς προσώπω̨ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει
51 καὶ κατέδεται τὰ ἔκγονα τω̃ν κτηνω̃ν σου καὶ τὰ γενήματα τη̃ς γη̃ς σου ὥστε μὴ καταλιπει̃ν σοι σι̃τον οἰ̃νον ἔλαιον τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου ἕως ἂν ἀπολέση̨ σε
52 καὶ ἐκτρίψη̨ σε ἐν πάσαις ται̃ς πόλεσίν σου ἕως ἂν καθαιρεθω̃σιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ' οἱ̃ς σὺ πέποιθας ἐπ' αὐτοι̃ς ἐν πάση̨ τη̨̃ γη̨̃ σου καὶ θλίψει σε ἐν πάσαις ται̃ς πόλεσίν σου αἱ̃ς ἔδωκέν σοι κύριος ὁ θεός σου
53 καὶ φάγη̨ τὰ ἔκγονα τη̃ς κοιλίας σου κρέα υἱω̃ν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ θλίψει σε ὁ ἐχθρός σου
54 ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανει̃ τω̨̃ ὀφθαλμω̨̃ τὸν ἀδελφὸν καὶ τὴν γυναι̃κα τὴν ἐν τω̨̃ κόλπω̨ αὐτου̃ καὶ τὰ καταλελειμμένα τέκνα ἃ ἂν καταλειφθη̨̃
55 ὥστε δου̃ναι ἑνὶ αὐτω̃ν ἀπὸ τω̃ν σαρκω̃ν τω̃ν τέκνων αὐτου̃ ὡ̃ν ἂν κατέσθη̨ διὰ τὸ μὴ καταλειφθη̃ναι αὐτω̨̃ μηθὲν ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ται̃ς πόλεσίν σου
56 καὶ ἡ ἁπαλὴ ἐν ὑμι̃ν καὶ ἡ τρυφερὰ σφόδρα ἡ̃ς οὐχὶ πει̃ραν ἔλαβεν ὁ ποὺς αὐτη̃ς βαίνειν ἐπὶ τη̃ς γη̃ς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα βασκανει̃ τω̨̃ ὀφθαλμω̨̃ αὐτη̃ς τὸν ἄνδρα αὐτη̃ς τὸν ἐν τω̨̃ κόλπω̨ αὐτη̃ς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτη̃ς
57 καὶ τὸ χόριον αὐτη̃ς τὸ ἐξελθὸν διὰ τω̃ν μηρω̃ν αὐτη̃ς καὶ τὸ τέκνον ὃ ἂν τέκη̨ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφη̨̃ ἐν τη̨̃ στενοχωρία̨ σου καὶ ἐν τη̨̃ θλίψει σου ἡ̨̃ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ται̃ς πόλεσίν σου
58 ἐὰν μὴ εἰσακούσητε ποιει̃ν πάντα τὰ ῥήματα του̃ νόμου τούτου τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨ φοβει̃σθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν του̃το κύριον τὸν θεόν σου
59 καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς του̃ σπέρματός σου πληγὰς μεγάλας καὶ θαυμαστάς καὶ νόσους πονηρὰς καὶ πιστὰς
60 καὶ ἐπιστρέψει ἐπὶ σὲ πα̃σαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβου̃ ἀπὸ προσώπου αὐτω̃ν καὶ κολληθήσονται ἐν σοί
61 καὶ πα̃σαν μαλακίαν καὶ πα̃σαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ ἕως ἂν ἐξολεθρεύση̨ σε
62 καὶ καταλειφθήσεσθε ἐν ἀριθμω̨̃ βραχει̃ ἀνθ' ὡ̃ν ὅτι ἠ̃τε ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει ὅτι οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν
63 καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμι̃ν εὐ̃ ποιη̃σαι ὑμα̃ς καὶ πληθυ̃ναι ὑμα̃ς οὕτως εὐφρανθήσεται κύριος ἐφ' ὑμι̃ν ἐξολεθρευ̃σαι ὑμα̃ς καὶ ἐξαρθήσεσθε ἀπὸ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς εἰσπορεύεσθε ἐκει̃ κληρονομη̃σαι αὐτήν
64 καὶ διασπερει̃ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς καὶ δουλεύσεις ἐκει̃ θεοι̃ς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου
65 ἀλλὰ καὶ ἐν τοι̃ς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ' οὐ μὴ γένηται στάσις τω̨̃ ἴχνει του̃ ποδός σου καὶ δώσει σοι κύριος ἐκει̃ καρδίαν ἀθυμου̃σαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν
66 καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τω̃ν ὀφθαλμω̃ν σου καὶ φοβηθήση̨ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τη̨̃ ζωη̨̃ σου
67 τὸ πρωὶ ἐρει̃ς πω̃ς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρει̃ς πω̃ς ἂν γένοιτο πρωί ἀπὸ του̃ φόβου τη̃ς καρδίας σου ἃ φοβηθήση̨ καὶ ἀπὸ τω̃ν ὁραμάτων τω̃ν ὀφθαλμω̃ν σου ὡ̃ν ὄψη̨
68 καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ εἰ̃πα οὐ προσθήσεσθε ἔτι ἰδει̃ν αὐτήν καὶ πραθήσεσθε ἐκει̃ τοι̃ς ἐχθροι̃ς ὑμω̃ν εἰς παι̃δας καὶ παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.