Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 31

1 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ
2 καὶ εἰ̃πεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἰ̃πεν πρός με οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον
3 κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ 'Ιησου̃ς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος
4 καὶ ποιήσει κύριος αὐτοι̃ς καθὰ ἐποίησεν Σηων καὶ Ωγ τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ τη̨̃ γη̨̃ αὐτω̃ν καθότι ἐξωλέθρευσεν αὐτούς
5 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμι̃ν καὶ ποιήσετε αὐτοι̃ς καθότι ἐνετειλάμην ὑμι̃ν
6 ἀνδρίζου καὶ ἴσχυε μὴ φοβου̃ μηδὲ δειλία μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ' ὑμω̃ν ἐν ὑμι̃ν οὐ μή σε ἀνη̨̃ οὔτε μή σε ἐγκαταλίπη̨
7 καὶ ἐκάλεσεν Μωυση̃ς 'Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ ἔναντι παντὸς Ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύση̨ πρὸ προσώπου του̃ λαου̃ τούτου εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι αὐτοι̃ς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοι̃ς
8 καὶ κύριος ὁ συμπορευόμενος μετὰ σου̃ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπη̨ σε μὴ φοβου̃ μηδὲ δειλία
9 καὶ ἔγραψεν Μωυση̃ς τὰ ῥήματα του̃ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Λευι τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ τοι̃ς πρεσβυτέροις τω̃ν υἱω̃ν Ισραηλ
10 καὶ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρω̨̃ ἐνιαυτου̃ ἀφέσεως ἐν ἑορτη̨̃ σκηνοπηγίας
11 ἐν τω̨̃ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθη̃ναι ἐνώπιον κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον του̃τον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὠ̃τα αὐτω̃ν
12 ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναι̃κας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ται̃ς πόλεσιν ὑμω̃ν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν καὶ ἀκούσονται ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου
13 καὶ οἱ υἱοὶ αὐτω̃ν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν
14 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι του̃ θανάτου σου κάλεσον 'Ιησου̃ν καὶ στη̃τε παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐντελου̃μαι αὐτω̨̃ καὶ ἐπορεύθη Μωυση̃ς καὶ 'Ιησου̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
15 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἔστη παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔστη ὁ στυ̃λος τη̃ς νεφέλης παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς
16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ σὺ κοιμα̨̃ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὑ̃τος ἐκπορνεύσει ὀπίσω θεω̃ν ἀλλοτρίων τη̃ς γη̃ς εἰς ἣν οὑ̃τος εἰσπορεύεται ἐκει̃ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοι̃ς
17 καὶ ὀργισθήσομαι θυμω̨̃ εἰς αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταυ̃τα
18 ἐγὼ δὲ ἀποστροφη̨̃ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους
19 καὶ νυ̃ν γράψατε τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ ἐμβαλει̃τε αὐτὴν εἰς τὸ στόμα αὐτω̃ν ἵνα γένηταί μοι ἡ ὠ̨δὴ αὕτη εἰς μαρτύριον ἐν υἱοι̃ς Ισραηλ
20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοι̃ς καὶ παροξυνου̃σίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου
21 καὶ ἀντικαταστήσεται ἡ ὠ̨δὴ αὕτη κατὰ πρόσωπον μαρτυρου̃σα οὐ γὰρ μὴ ἐπιλησθη̨̃ ἀπὸ στόματος αὐτω̃ν καὶ ἀπὸ στόματος του̃ σπέρματος αὐτω̃ν ἐγὼ γὰρ οἰ̃δα τὴν πονηρίαν αὐτω̃ν ὅσα ποιου̃σιν ὡ̃δε σήμερον πρὸ του̃ εἰσαγαγει̃ν με αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν
22 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ
23 καὶ ἐνετείλατο Μωυση̃ς 'Ιησοι̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ισραηλ εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος αὐτοι̃ς καὶ αὐτὸς ἔσται μετὰ σου̃
24 ἡνίκα δὲ συνετέλεσεν Μωυση̃ς γράφων πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος
25 καὶ ἐνετείλατο τοι̃ς Λευίταις τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου λέγων
26 λαβόντες τὸ βιβλίον του̃ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ ἔσται ἐκει̃ ἐν σοὶ εἰς μαρτύριον
27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμου̃ ζω̃ντος μεθ' ὑμω̃ν σήμερον παραπικραίνοντες ἠ̃τε τὰ πρὸς τὸν θεόν πω̃ς οὐχὶ καὶ ἔσχατον του̃ θανάτου μου
28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμω̃ν καὶ τοὺς πρεσβυτέρους ὑμω̃ν καὶ τοὺς κριτὰς ὑμω̃ν καὶ τοὺς γραμματοεισαγωγει̃ς ὑμω̃ν ἵνα λαλήσω εἰς τὰ ὠ̃τα αὐτω̃ν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοι̃ς τόν τε οὐρανὸν καὶ τὴν γη̃ν
29 οἰ̃δα γὰρ ὅτι ἔσχατον τη̃ς τελευτη̃ς μου ἀνομία̨ ἀνομήσετε καὶ ἐκκλινει̃τε ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετειλάμην ὑμι̃ν καὶ συναντήσεται ὑμι̃ν τὰ κακὰ ἔσχατον τω̃ν ἡμερω̃ν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν
30 καὶ ἐλάλησεν Μωυση̃ς εἰς τὰ ὠ̃τα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης ἕως εἰς τέλος

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 32

1 πρόσεχε οὐρανέ καὶ λαλήσω καὶ ἀκουέτω γη̃ ῥήματα ἐκ στόματός μου
2 προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου ὡσεὶ ὄμβρος ἐπ' ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον
3 ὅτι ὄνομα κυρίου ἐκάλεσα δότε μεγαλωσύνην τω̨̃ θεω̨̃ ἡμω̃ν
4 θεός ἀληθινὰ τὰ ἔργα αὐτου̃ καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ κρίσεις θεὸς πιστός καὶ οὐκ ἔστιν ἀδικία δίκαιος καὶ ὅσιος κύριος
5 ἡμάρτοσαν οὐκ αὐτω̨̃ τέκνα μωμητά γενεὰ σκολιὰ καὶ διεστραμμένη
6 ταυ̃τα κυρίω̨ ἀνταποδίδοτε οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός οὐκ αὐτὸς οὑ̃τός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέν σε καὶ ἔκτισέν σε
7 μνήσθητε ἡμέρας αἰω̃νος σύνετε ἔτη γενεα̃ς γενεω̃ν ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελει̃ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐρου̃σίν σοι
8 ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη ὡς διέσπειρεν υἱοὺς Αδαμ ἔστησεν ὅρια ἐθνω̃ν κατὰ ἀριθμὸν ἀγγέλων θεου̃
9 καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτου̃ Ιακωβ σχοίνισμα κληρονομίας αὐτου̃ Ισραηλ
10 αὐτάρκησεν αὐτὸν ἐν γη̨̃ ἐρήμω̨ ἐν δίψει καύματος ἐν ἀνύδρω̨ ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόραν ὀφθαλμου̃
11 ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτου̃ καὶ ἐπὶ τοι̃ς νεοσσοι̃ς αὐτου̃ ἐπεπόθησεν διεὶς τὰς πτέρυγας αὐτου̃ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τω̃ν μεταφρένων αὐτου̃
12 κύριος μόνος ἠ̃γεν αὐτούς καὶ οὐκ ἠ̃ν μετ' αὐτω̃ν θεὸς ἀλλότριος
13 ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τη̃ς γη̃ς ἐψώμισεν αὐτοὺς γενήματα ἀγρω̃ν ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεα̃ς πέτρας
14 βούτυρον βοω̃ν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνω̃ν καὶ κριω̃ν υἱω̃ν ταύρων καὶ τράγων μετὰ στέατος νεφρω̃ν πυρου̃ καὶ αἱ̃μα σταφυλη̃ς ἔπιον οἰ̃νον
15 καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεου̃ σωτη̃ρος αὐτου̃
16 παρώξυνάν με ἐπ' ἀλλοτρίοις ἐν βδελύγμασιν αὐτω̃ν ἐξεπίκρανάν με
17 ἔθυσαν δαιμονίοις καὶ οὐ θεω̨̃ θεοι̃ς οἱ̃ς οὐκ ἤ̨δεισαν καινοὶ πρόσφατοι ἥκασιν οὓς οὐκ ἤ̨δεισαν οἱ πατέρες αὐτω̃ν
18 θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεου̃ του̃ τρέφοντός σε
19 καὶ εἰ̃δεν κύριος καὶ ἐζήλωσεν καὶ παρωξύνθη δι' ὀργὴν υἱω̃ν αὐτου̃ καὶ θυγατέρων
20 καὶ εἰ̃πεν ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ δείξω τί ἔσται αὐτοι̃ς ἐπ' ἐσχάτων ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν υἱοί οἱ̃ς οὐκ ἔστιν πίστις ἐν αὐτοι̃ς
21 αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεω̨̃ παρώργισάν με ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ αὐτούς
22 ὅτι πυ̃ρ ἐκκέκαυται ἐκ του̃ θυμου̃ μου καυθήσεται ἕως ἅ̨δου κάτω καταφάγεται γη̃ν καὶ τὰ γενήματα αὐτη̃ς φλέξει θεμέλια ὀρέων
23 συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς
24 τηκόμενοι λιμω̨̃ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος ὀδόντας θηρίων ἀποστελω̃ εἰς αὐτοὺς μετὰ θυμου̃ συρόντων ἐπὶ γη̃ς
25 ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τω̃ν ταμιείων φόβος νεανίσκος σὺν παρθένω̨ θηλάζων μετὰ καθεστηκότος πρεσβύτου
26 εἰ̃πα διασπερω̃ αὐτούς παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτω̃ν
27 εἰ μὴ δι' ὀργὴν ἐχθρω̃ν ἵνα μὴ μακροχρονίσωσιν καὶ ἵνα μὴ συνεπιθω̃νται οἱ ὑπεναντίοι μὴ εἴπωσιν ἡ χεὶρ ἡμω̃ν ἡ ὑψηλὴ καὶ οὐχὶ κύριος ἐποίησεν ταυ̃τα πάντα
28 ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ἐπιστήμη
29 οὐκ ἐφρόνησαν συνιέναι ταυ̃τα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον
30 πω̃ς διώξεται εἱ̃ς χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτοὺς καὶ κύριος παρέδωκεν αὐτούς
31 ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμω̃ν οἱ θεοὶ αὐτω̃ν οἱ δὲ ἐχθροὶ ἡμω̃ν ἀνόητοι
32 ἐκ γὰρ ἀμπέλου Σοδομων ἡ ἄμπελος αὐτω̃ν καὶ ἡ κληματὶς αὐτω̃ν ἐκ Γομορρας ἡ σταφυλὴ αὐτω̃ν σταφυλὴ χολη̃ς βότρυς πικρίας αὐτοι̃ς
33 θυμὸς δρακόντων ὁ οἰ̃νος αὐτω̃ν καὶ θυμὸς ἀσπίδων ἀνίατος
34 οὐκ ἰδοὺ ταυ̃τα συνη̃κται παρ' ἐμοὶ καὶ ἐσφράγισται ἐν τοι̃ς θησαυροι̃ς μου
35 ἐν ἡμέρα̨ ἐκδικήσεως ἀνταποδώσω ἐν καιρω̨̃ ὅταν σφαλη̨̃ ὁ ποὺς αὐτω̃ν ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτω̃ν καὶ πάρεστιν ἕτοιμα ὑμι̃ν
36 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται εἰ̃δεν γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγη̨̃ καὶ παρειμένους
37 καὶ εἰ̃πεν κύριος που̃ εἰσιν οἱ θεοὶ αὐτω̃ν ἐφ' οἱ̃ς ἐπεποίθεισαν ἐπ' αὐτοι̃ς
38 ὡ̃ν τὸ στέαρ τω̃ν θυσιω̃ν αὐτω̃ν ἠσθίετε καὶ ἐπίνετε τὸν οἰ̃νον τω̃ν σπονδω̃ν αὐτω̃ν ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμι̃ν καὶ γενηθήτωσαν ὑμι̃ν σκεπασταί
39 ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμου̃ ἐγὼ ἀποκτενω̃ καὶ ζη̃ν ποιήσω πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελει̃ται ἐκ τω̃ν χειρω̃ν μου
40 ὅτι ἀρω̃ εἰς τὸν οὐρανὸν τὴν χει̃ρά μου καὶ ὀμου̃μαι τη̨̃ δεξια̨̃ μου καὶ ἐρω̃ ζω̃ ἐγὼ εἰς τὸν αἰω̃να
41 ὅτι παροξυνω̃ ὡς ἀστραπὴν τὴν μάχαιράν μου καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου καὶ ἀνταποδώσω δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σίν με ἀνταποδώσω
42 μεθύσω τὰ βέλη μου ἀφ' αἵματος καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα ἀφ' αἵματος τραυματιω̃ν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλη̃ς ἀρχόντων ἐχθρω̃ν
43 εὐφράνθητε οὐρανοί ἅμα αὐτω̨̃ καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες υἱοὶ θεου̃ εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχυσάτωσαν αὐτω̨̃ πάντες ἄγγελοι θεου̃ ὅτι τὸ αἱ̃μα τω̃ν υἱω̃ν αὐτου̃ ἐκδικα̃ται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοι̃ς ἐχθροι̃ς καὶ τοι̃ς μισου̃σιν ἀνταποδώσει καὶ ἐκκαθαριει̃ κύριος τὴν γη̃ν του̃ λαου̃ αὐτου̃
44 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ εἰση̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς τὰ ὠ̃τα του̃ λαου̃ αὐτὸς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη
45 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν παντὶ Ισραηλ
46 καὶ εἰ̃πεν πρὸς αὐτούς προσέχετε τη̨̃ καρδία̨ ἐπὶ πάντας τοὺς λόγους τούτους οὓς ἐγὼ διαμαρτύρομαι ὑμι̃ν σήμερον ἃ ἐντελει̃σθε τοι̃ς υἱοι̃ς ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου
47 ὅτι οὐχὶ λόγος κενὸς οὑ̃τος ὑμι̃ν ὅτι αὕτη ἡ ζωὴ ὑμω̃ν καὶ ἕνεκεν του̃ λόγου τούτου μακροημερεύσετε ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν
48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ λέγων
49 ἀνάβηθι εἰς τὸ ὄρος τὸ Αβαριν του̃το ὄρος Ναβαυ ὅ ἐστιν ἐν γη̨̃ Μωαβ κατὰ πρόσωπον Ιεριχω καὶ ἰδὲ τὴν γη̃ν Χανααν ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ εἰς κατάσχεσιν
50 καὶ τελεύτα ἐν τω̨̃ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκει̃ καὶ προστέθητι πρὸς τὸν λαόν σου ὃν τρόπον ἀπέθανεν Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τω̨̃ ὄρει καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃
51 διότι ἠπειθήσατε τω̨̃ ῥήματί μου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἐπὶ του̃ ὕδατος ἀντιλογίας Καδης ἐν τη̨̃ ἐρήμω̨ Σιν διότι οὐχ ἡγιάσατέ με ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
52 ὅτι ἀπέναντι ὄψη̨ τὴν γη̃ν καὶ ἐκει̃ οὐκ εἰσελεύση̨

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 33

1 καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυση̃ς ἄνθρωπος του̃ θεου̃ τοὺς υἱοὺς Ισραηλ πρὸ τη̃ς τελευτη̃ς αὐτου̃
2 καὶ εἰ̃πεν κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμι̃ν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιω̃ν αὐτου̃ ἄγγελοι μετ' αὐτου̃
3 καὶ ἐφείσατο του̃ λαου̃ αὐτου̃ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χει̃ράς σου καὶ οὑ̃τοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τω̃ν λόγων αὐτου̃
4 νόμον ὃν ἐνετείλατο ἡμι̃ν Μωυση̃ς κληρονομίαν συναγωγαι̃ς Ιακωβ
5 καὶ ἔσται ἐν τω̨̃ ἠγαπημένω̨ ἄρχων συναχθέντων ἀρχόντων λαω̃ν ἅμα φυλαι̃ς Ισραηλ
6 ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμω̨̃
7 καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνη̃ς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτου̃ εἰσέλθοισαν αἱ χει̃ρες αὐτου̃ διακρινου̃σιν αὐτω̨̃ καὶ βοηθὸς ἐκ τω̃ν ἐχθρω̃ν αὐτου̃ ἔση̨
8 καὶ τω̨̃ Λευι εἰ̃πεν δότε Λευι δήλους αὐτου̃ καὶ ἀλήθειαν αὐτου̃ τω̨̃ ἀνδρὶ τω̨̃ ὁσίω̨ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρα̨ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας
9 ὁ λέγων τω̨̃ πατρὶ καὶ τη̨̃ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτου̃ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτου̃ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν
10 δηλώσουσιν τὰ δικαιώματά σου τω̨̃ Ιακωβ καὶ τὸν νόμον σου τω̨̃ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργη̨̃ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτου̃ καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ δέξαι κάταξον ὀσφὺν ἐχθρω̃ν ἐπανεστηκότων αὐτω̨̃ καὶ οἱ μισου̃ντες αὐτὸν μὴ ἀναστήτωσαν
12 καὶ τω̨̃ Βενιαμιν εἰ̃πεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ' αὐτω̨̃ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τω̃ν ὤμων αὐτου̃ κατέπαυσεν
13 καὶ τω̨̃ Ιωσηφ εἰ̃πεν ἀπ' εὐλογίας κυρίου ἡ γη̃ αὐτου̃ ἀπὸ ὡρω̃ν οὐρανου̃ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγω̃ν κάτωθεν
14 καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπω̃ν καὶ ἀπὸ συνόδων μηνω̃ν
15 καὶ ἀπὸ κορυφη̃ς ὀρέων ἀρχη̃ς καὶ ἀπὸ κορυφη̃ς βουνω̃ν ἀενάων
16 καὶ καθ' ὥραν γη̃ς πληρώσεως καὶ τὰ δεκτὰ τω̨̃ ὀφθέντι ἐν τω̨̃ βάτω̨ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφη̃ς δοξασθεὶς ἐν ἀδελφοι̃ς
17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτου̃ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτου̃ ἐν αὐτοι̃ς ἔθνη κερατιει̃ ἅμα ἕως ἐπ' ἄκρου γη̃ς αὑ̃ται μυριάδες Εφραιμ καὶ αὑ̃ται χιλιάδες Μανασση
18 καὶ τω̨̃ Ζαβουλων εἰ̃πεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδία̨ σου καί Ισσαχαρ ἐν τοι̃ς σκηνώμασιν αὐτου̃
19 ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκει̃ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλου̃τος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
20 καὶ τω̨̃ Γαδ εἰ̃πεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
21 καὶ εἰ̃δεν ἀπαρχὴν αὐτου̃ ὅτι ἐκει̃ ἐμερίσθη γη̃ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοι̃ς λαω̃ν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτου̃ μετὰ Ισραηλ
22 καὶ τω̨̃ Δαν εἰ̃πεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ του̃ Βασαν
23 καὶ τω̨̃ Νεφθαλι εἰ̃πεν Νεφθαλι πλησμονὴ δεκτω̃ν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
24 καὶ τω̨̃ Ασηρ εἰ̃πεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοι̃ς ἀδελφοι̃ς αὐτου̃ βάψει ἐν ἐλαίω̨ τὸν πόδα αὐτου̃
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτου̃ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς του̃ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς του̃ στερεώματος
27 καὶ σκέπασις θεου̃ ἀρχη̃ς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλει̃ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
28 καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γη̃ς Ιακωβ ἐπὶ σίτω̨ καὶ οἴνω̨ καὶ ὁ οὐρανὸς αὐτω̨̃ συννεφὴς δρόσω̨
29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σω̨ζόμενος ὑπὸ κυρίου ὑπερασπιει̃ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτω̃ν ἐπιβήση̨

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 34

1 καὶ ἀνέβη Μωυση̃ς ἀπὸ Αραβωθ Μωαβ ἐπὶ τὸ ὄρος Ναβαυ ἐπὶ κορυφὴν Φασγα ἥ ἐστιν ἐπὶ προσώπου Ιεριχω καὶ ἔδειξεν αὐτω̨̃ κύριος πα̃σαν τὴν γη̃ν Γαλααδ ἕως Δαν
2 καὶ πα̃σαν τὴν γη̃ν Νεφθαλι καὶ πα̃σαν τὴν γη̃ν Εφραιμ καὶ Μανασση καὶ πα̃σαν τὴν γη̃ν Ιουδα ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης
3 καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα Ιεριχω πόλιν φοινίκων ἕως Σηγωρ
4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν αὕτη ἡ γη̃ ἣν ὤμοσα Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τω̨̃ σπέρματι ὑμω̃ν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἐκει̃ οὐκ εἰσελεύση̨
5 καὶ ἐτελεύτησεν Μωυση̃ς οἰκέτης κυρίου ἐν γη̨̃ Μωαβ διὰ ῥήματος κυρίου
6 καὶ ἔθαψαν αὐτὸν ἐν Γαι ἐν γη̨̃ Μωαβ ἐγγὺς οἴκου Φογωρ καὶ οὐκ οἰ̃δεν οὐδεὶς τὴν ταφὴν αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης
7 Μωυση̃ς δὲ ἠ̃ν ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτου̃
8 καὶ ἔκλαυσαν οἱ υἱοὶ Ισραηλ τὸν Μωυση̃ν ἐν Αραβωθ Μωαβ ἐπὶ του̃ Ιορδάνου κατὰ Ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμου̃ Μωυση̃
9 καὶ 'Ιησου̃ς υἱὸς Ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ Μωυση̃ς τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτου̃ οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
10 καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ισραηλ ὡς Μωυση̃ς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
11 ἐν πα̃σι τοι̃ς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιη̃σαι αὐτὰ ἐν γη̨̃ Αἰγύπτω̨ Φαραω καὶ τοι̃ς θεράπουσιν αὐτου̃ καὶ πάση̨ τη̨̃ γη̨̃ αὐτου̃
12 τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χει̃ρα τὴν κραταιάν ἃ ἐποίησεν Μωυση̃ς ἔναντι παντὸς Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.