Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 5

καὶ ἐκάλεσεν Μωυση̃ς πάντα Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλω̃ ἐν τοι̃ς ὠσὶν ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιει̃ν αὐτά
κύριος ὁ θεὸς ὑμω̃ν διέθετο πρὸς ὑμα̃ς διαθήκην ἐν Χωρηβ
οὐχὶ τοι̃ς πατράσιν ὑμω̃ν διέθετο κύριος τὴν διαθήκην ταύτην ἀλλ' ἢ πρὸς ὑμα̃ς ὑμει̃ς ὡ̃δε πάντες ζω̃ντες σήμερον
πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμα̃ς ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός
κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀναγγει̃λαι ὑμι̃ν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου του̃ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων
ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου
οὐ ποιήσεις σεαυτω̨̃ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ὅσα ἐν τη̨̃ γη̨̃ κάτω καὶ ὅσα ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς
οὐ προσκυνήσεις αὐτοι̃ς οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοι̃ς μισου̃σίν με
10 καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας τοι̃ς ἀγαπω̃σίν με καὶ τοι̃ς φυλάσσουσιν τὰ προστάγματά μου
11 οὐ λήμψη̨ τὸ ὄνομα κυρίου του̃ θεου̃ σου ἐπὶ ματαίω̨ οὐ γὰρ μὴ καθαρίση̨ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτου̃ ἐπὶ ματαίω̨
12 φύλαξαι τὴν ἡμέραν τω̃ν σαββάτων ἁγιάζειν αὐτήν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου
13 ἓξ ἡμέρας ἐργα̨̃ καὶ ποιήσεις πάντα τὰ ἔργα σου
14 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πα̃ν κτη̃νός σου καὶ ὁ προσήλυτος ὁ παροικω̃ν ἐν σοί ἵνα ἀναπαύσηται ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ
15 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκει̃θεν ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ διὰ του̃το συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τω̃ν σαββάτων καὶ ἁγιάζειν αὐτήν
16 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου ἵνα εὐ̃ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένη̨ ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι
17 οὐ μοιχεύσεις
18 οὐ φονεύσεις
19 οὐ κλέψεις
20 οὐ ψευδομαρτυρήσεις κατὰ του̃ πλησίον σου μαρτυρίαν ψευδη̃
21 οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν του̃ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτου̃ οὔτε τὸν παι̃δα αὐτου̃ οὔτε τὴν παιδίσκην αὐτου̃ οὔτε του̃ βοὸς αὐτου̃ οὔτε του̃ ὑποζυγίου αὐτου̃ οὔτε παντὸς κτήνους αὐτου̃ οὔτε ὅσα τω̨̃ πλησίον σού ἐστιν
22 τὰ ῥήματα ταυ̃τα ἐλάλησεν κύριος πρὸς πα̃σαν συναγωγὴν ὑμω̃ν ἐν τω̨̃ ὄρει ἐκ μέσου του̃ πυρός σκότος γνόφος θύελλα φωνὴ μεγάλη καὶ οὐ προσέθηκεν καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι
23 καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου του̃ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τω̃ν φυλω̃ν ὑμω̃ν καὶ ἡ γερουσία ὑμω̃ν
24 καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν τὴν δόξαν αὐτου̃ καὶ τὴν φωνὴν αὐτου̃ ἠκούσαμεν ἐκ μέσου του̃ πυρός ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον καὶ ζήσεται
25 καὶ νυ̃ν μὴ ἀποθάνωμεν ὅτι ἐξαναλώσει ἡμα̃ς τὸ πυ̃ρ τὸ μέγα του̃το ἐὰν προσθώμεθα ἡμει̃ς ἀκου̃σαι τὴν φωνὴν κυρίου του̃ θεου̃ ἡμω̃ν ἔτι καὶ ἀποθανούμεθα
26 τίς γὰρ σάρξ ἥτις ἤκουσεν φωνὴν θεου̃ ζω̃ντος λαλου̃ντος ἐκ μέσου του̃ πυρὸς ὡς ἡμει̃ς καὶ ζήσεται
27 πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπη̨ κύριος ὁ θεὸς ἡμω̃ν καὶ σὺ λαλήσεις πρὸς ἡμα̃ς πάντα ὅσα ἂν λαλήση̨ κύριος ὁ θεὸς ἡμω̃ν πρὸς σέ καὶ ἀκουσόμεθα καὶ ποιήσομεν
28 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τω̃ν λόγων ὑμω̃ν λαλούντων πρός με καὶ εἰ̃πεν κύριος πρός με ἤκουσα τὴν φωνὴν τω̃ν λόγων του̃ λαου̃ τούτου ὅσα ἐλάλησαν πρὸς σέ ὀρθω̃ς πάντα ὅσα ἐλάλησαν
29 τίς δώσει οὕτως εἰ̃ναι τὴν καρδίαν αὐτω̃ν ἐν αὐτοι̃ς ὥστε φοβει̃σθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας ἵνα εὐ̃ ἠ̨̃ αὐτοι̃ς καὶ τοι̃ς υἱοι̃ς αὐτω̃ν δι' αἰω̃νος
30 βάδισον εἰπὸν αὐτοι̃ς ἀποστράφητε ὑμει̃ς εἰς τοὺς οἴκους ὑμω̃ν
31 σὺ δὲ αὐτου̃ στη̃θι μετ' ἐμου̃ καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς καὶ ποιείτωσαν ἐν τη̨̃ γη̨̃ ἣν ἐγὼ δίδωμι αὐτοι̃ς ἐν κλήρω̨
32 καὶ φυλάξεσθε ποιει̃ν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου οὐκ ἐκκλινει̃τε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ
33 κατὰ πα̃σαν τὴν ὁδόν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτη̨̃ ὅπως καταπαύση̨ σε καὶ εὐ̃ σοι ἠ̨̃ καὶ μακροημερεύσητε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κληρονομήσετε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.