1 ἐὰν δὲ εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν εἰς ἣν εἰσπορεύη̨ ἐκει̃ κληρονομη̃σαι καὶ ἐξαρει̃ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν Χετται̃ον καὶ Γεργεσαι̃ον καὶ Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμω̃ν |
2 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ πατάξεις αὐτούς ἀφανισμω̨̃ ἀφανιει̃ς αὐτούς οὐ διαθήση̨ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς |
3 οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τω̨̃ υἱω̨̃ αὐτου̃ καὶ τὴν θυγατέρα αὐτου̃ οὐ λήμψη̨ τω̨̃ υἱω̨̃ σου |
4 ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμου̃ καὶ λατρεύσει θεοι̃ς ἑτέροις καὶ ὀργισθήσεται θυμω̨̃ κύριος εἰς ὑμα̃ς καὶ ἐξολεθρεύσει σε τὸ τάχος |
5 ἀλλ' οὕτως ποιήσετε αὐτοι̃ς τοὺς βωμοὺς αὐτω̃ν καθελει̃τε καὶ τὰς στήλας αὐτω̃ν συντρίψετε καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί |
6 ὅτι λαὸς ἅγιος εἰ̃ κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἰ̃ναί σε αὐτω̨̃ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τη̃ς γη̃ς |
7 οὐχ ὅτι πολυπληθει̃τε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμα̃ς καὶ ἐξελέξατο ὑμα̃ς ὑμει̃ς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη |
8 ἀλλὰ παρὰ τὸ ἀγαπα̃ν κύριον ὑμα̃ς καὶ διατηρω̃ν τὸν ὅρκον ὃν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν ἐξήγαγεν κύριος ὑμα̃ς ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου |
9 καὶ γνώση̨ ὅτι κύριος ὁ θεός σου οὑ̃τος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοι̃ς ἀγαπω̃σιν αὐτὸν καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολὰς αὐτου̃ εἰς χιλίας γενεὰς |
10 καὶ ἀποδιδοὺς τοι̃ς μισου̃σιν κατὰ πρόσωπον ἐξολεθρευ̃σαι αὐτούς καὶ οὐχὶ βραδυνει̃ τοι̃ς μισου̃σιν κατὰ πρόσωπον ἀποδώσει αὐτοι̃ς |
11 καὶ φυλάξη̨ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταυ̃τα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιει̃ν |
12 καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταυ̃τα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά καὶ διαφυλάξει κύριος ὁ θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος ὃ ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν |
13 καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληθυνει̃ σε καὶ εὐλογήσει τὰ ἔκγονα τη̃ς κοιλίας σου καὶ τὸν καρπὸν τη̃ς γη̃ς σου τὸν σι̃τόν σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ἔλαιόν σου τὰ βουκόλια τω̃ν βοω̃ν σου καὶ τὰ ποίμνια τω̃ν προβάτων σου ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ὤμοσεν κύριος τοι̃ς πατράσιν σου δου̃ναί σοι |
14 εὐλογητὸς ἔση̨ παρὰ πάντα τὰ ἔθνη οὐκ ἔσται ἐν ὑμι̃ν ἄγονος οὐδὲ στει̃ρα καὶ ἐν τοι̃ς κτήνεσίν σου |
15 καὶ περιελει̃ κύριος ἀπὸ σου̃ πα̃σαν μαλακίαν καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς ἃς ἑώρακας καὶ ὅσα ἔγνως οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισου̃ντάς σε |
16 καὶ φάγη̨ πάντα τὰ σκυ̃λα τω̃ν ἐθνω̃ν ἃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτοι̃ς καὶ οὐ λατρεύσεις τοι̃ς θεοι̃ς αὐτω̃ν ὅτι σκω̃λον του̃τό ἐστίν σοι |
17 ἐὰν δὲ λέγη̨ς ἐν τη̨̃ διανοία̨ σου ὅτι πολὺ τὸ ἔθνος του̃το ἢ ἐγώ πω̃ς δυνήσομαι ἐξολεθρευ̃σαι αὐτούς |
18 οὐ φοβηθήση̨ αὐτούς μνεία̨ μνησθήση̨ ὅσα ἐποίησεν κύριος ὁ θεός σου τω̨̃ Φαραω καὶ πα̃σι τοι̃ς Αἰγυπτίοις |
19 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου τὰ σημει̃α καὶ τὰ τέρατα τὰ μεγάλα ἐκει̃να τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν ὡς ἐξήγαγέν σε κύριος ὁ θεός σου οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς σὺ φοβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν |
20 καὶ τὰς σφηκίας ἀποστελει̃ κύριος ὁ θεός σου εἰς αὐτούς ἕως ἂν ἐκτριβω̃σιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σου̃ |
21 οὐ τρωθήση̨ ἀπὸ προσώπου αὐτω̃ν ὅτι κύριος ὁ θεός σου ἐν σοί θεὸς μέγας καὶ κραταιός |
22 καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήση̨ ἐξαναλω̃σαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πληθυνθη̨̃ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια |
23 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χει̃ράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλεία̨ μεγάλη̨ ἕως ἂν ἐξολεθρεύση̨ αὐτούς |
24 καὶ παραδώσει τοὺς βασιλει̃ς αὐτω̃ν εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτω̃ν ἐκ του̃ τόπου ἐκείνου οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου ἕως ἂν ἐξολεθρεύση̨ς αὐτούς |
25 τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε πυρί οὐκ ἐπιθυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ' αὐτω̃ν καὶ οὐ λήμψη̨ σεαυτω̨̃ μὴ πταίση̨ς δι' αὐτό ὅτι βδέλυγμα κυρίω̨ τω̨̃ θεω̨̃ σού ἐστιν |
26 καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἰ̃κόν σου καὶ ἔση̨ ἀνάθημα ὥσπερ του̃το προσοχθίσματι προσοχθιει̃ς καὶ βδελύγματι βδελύξη̨ ὅτι ἀνάθημά ἐστιν |