ΕΚΚΛΗΣΙΑΣΤΗΣ,
κεφαλίς 10
1 μυι̃αι θανατου̃σαι σαπριου̃σιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης |
2 καρδία σοφου̃ εἰς δεξιὸν αὐτου̃ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτου̃ |
3 καί γε ἐν ὁδω̨̃ ὅταν ἄφρων πορεύηται καρδία αὐτου̃ ὑστερήσει καὶ ἃ λογιει̃ται πάντα ἀφροσύνη ἐστίν |
4 ἐὰν πνευ̃μα του̃ ἐξουσιάζοντος ἀναβη̨̃ ἐπὶ σέ τόπον σου μὴ ἀφη̨̃ς ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας |
5 ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ὃ ἐξη̃λθεν ἀπὸ προσώπου του̃ ἐξουσιάζοντος |
6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινω̨̃ καθήσονται |
7 εἰ̃δον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τη̃ς γη̃ς |
8 ὁ ὀρύσσων βόθρον ἐν αὐτω̨̃ ἐμπεσει̃ται καὶ καθαιρου̃ντα φραγμόν δήξεται αὐτὸν ὄφις |
9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοι̃ς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοι̃ς |
10 ἐὰν ἐκπέση̨ τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία του̃ ἀνδρείου σοφία |
11 ἐὰν δάκη̨ ὁ ὄφις ἐν οὐ ψιθυρισμω̨̃ καὶ οὐκ ἔστιν περισσεία τω̨̃ ἐπά̨δοντι |
12 λόγοι στόματος σοφου̃ χάρις καὶ χείλη ἄφρονος καταποντιου̃σιν αὐτόν |
13 ἀρχὴ λόγων στόματος αὐτου̃ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτου̃ περιφέρεια πονηρά |
14 καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτου̃ τίς ἀναγγελει̃ αὐτω̨̃ |
15 μόχθος τω̃ν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω του̃ πορευθη̃ναι εἰς πόλιν |
16 οὐαί σοι πόλις ἡ̃ς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωία̨ ἐσθίουσιν |
17 μακαρία σύ γη̃ ἡ̃ς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται |
18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις καὶ ἐν ἀργία̨ χειρω̃ν στάξει ἡ οἰκία |
19 εἰς γέλωτα ποιου̃σιν ἄρτον καὶ οἰ̃νος εὐφραίνει ζω̃ντας καὶ του̃ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα |
20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράση̨ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράση̨ πλούσιον ὅτι πετεινὸν του̃ οὐρανου̃ ἀποίσει σὺν τὴν φωνήν καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελει̃ λόγον |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.