ΕΚΚΛΗΣΙΑΣΤΗΣ,
κεφαλίς 12
1 καὶ μνήσθητι του̃ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τη̃ς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἱ̃ς ἐρει̃ς οὐκ ἔστιν μοι ἐν αὐτοι̃ς θέλημα |
2 ἕως οὑ̃ μὴ σκοτισθη̨̃ ὁ ἥλιος καὶ τὸ φω̃ς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω του̃ ὑετου̃ |
3 ἐν ἡμέρα̨ ἡ̨̃ ἐὰν σαλευθω̃σιν φύλακες τη̃ς οἰκίας καὶ διαστραφω̃σιν ἄνδρες τη̃ς δυνάμεως καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ται̃ς ὀπαι̃ς |
4 καὶ κλείσουσιν θύρας ἐν ἀγορα̨̃ ἐν ἀσθενεία̨ φωνη̃ς τη̃ς ἀληθούσης καὶ ἀναστήσεται εἰς φωνὴν του̃ στρουθίου καὶ ταπεινωθήσονται πα̃σαι αἱ θυγατέρες του̃ ἄ̨σματος |
5 καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀνθήση̨ τὸ ἀμύγδαλον καὶ παχυνθη̨̃ ἡ ἀκρίς καὶ διασκεδασθη̨̃ ἡ κάππαρις ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἰ̃κον αἰω̃νος αὐτου̃ καὶ ἐκύκλωσαν ἐν ἀγορα̨̃ οἱ κοπτόμενοι |
6 ἕως ὅτου μὴ ἀνατραπη̨̃ σχοινίον του̃ ἀργυρίου καὶ συνθλιβη̨̃ ἀνθέμιον του̃ χρυσίου καὶ συντριβη̨̃ ὑδρία ἐπὶ τὴν πηγήν καὶ συντροχάση̨ ὁ τροχὸς ἐπὶ τὸν λάκκον |
7 καὶ ἐπιστρέψη̨ ὁ χου̃ς ἐπὶ τὴν γη̃ν ὡς ἠ̃ν καὶ τὸ πνευ̃μα ἐπιστρέψη̨ πρὸς τὸν θεόν ὃς ἔδωκεν αὐτό |
8 ματαιότης ματαιοτήτων εἰ̃πεν ὁ 'Εκκλησιαστής τὰ πάντα ματαιότης |
9 καὶ περισσὸν ὅτι ἐγένετο 'Εκκλησιαστὴς σοφός ἔτι ἐδίδαξεν γνω̃σιν σὺν τὸν λαόν καὶ οὐ̃ς ἐξιχνιάσεται κόσμιον παραβολω̃ν |
10 πολλὰ ἐζήτησεν 'Εκκλησιαστὴς του̃ εὑρει̃ν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος λόγους ἀληθείας |
11 λόγοι σοφω̃ν ὡς τὰ βούκεντρα καὶ ὡς ἡ̃λοι πεφυτευμένοι οἳ παρὰ τω̃ν συναγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτω̃ν |
12 υἱέ μου φύλαξαι ποιη̃σαι βιβλία πολλά οὐκ ἔστιν περασμός καὶ μελέτη πολλὴ κόπωσις σαρκός |
13 τέλος λόγου τὸ πα̃ν ἀκούεται τὸν θεὸν φοβου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ φύλασσε ὅτι του̃το πα̃ς ὁ ἄνθρωπος |
14 ὅτι σὺν πα̃ν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένω̨ ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.