ΕΚΚΛΗΣΙΑΣΤΗΣ,
κεφαλίς 5
1 μὴ σπευ̃δε ἐπὶ στόματί σου καὶ καρδία σου μὴ ταχυνάτω του̃ ἐξενέγκαι λόγον πρὸ προσώπου του̃ θεου̃ ὅτι ὁ θεὸς ἐν τω̨̃ οὐρανω̨̃ καὶ σὺ ἐπὶ τη̃ς γη̃ς ἐπὶ τούτω̨ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι |
2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμου̃ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων |
3 καθὼς ἂν εὔξη̨ εὐχὴν τω̨̃ θεω̨̃ μὴ χρονίση̨ς του̃ ἀποδου̃ναι αὐτήν ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν σὺν ὅσα ἐὰν εὔξη̨ ἀπόδος |
4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδου̃ναι |
5 μὴ δω̨̃ς τὸ στόμα σου του̃ ἐξαμαρτη̃σαι τὴν σάρκα σου καὶ μὴ εἴπη̨ς πρὸ προσώπου του̃ θεου̃ ὅτι ἄγνοιά ἐστιν ἵνα μὴ ὀργισθη̨̃ ὁ θεὸς ἐπὶ φωνη̨̃ σου καὶ διαφθείρη̨ τὰ ποιήματα χειρω̃ν σου |
6 ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί ὅτι σὺν τὸν θεὸν φοβου̃ |
7 ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδη̨ς ἐν χώρα̨ μὴ θαυμάση̨ς ἐπὶ τω̨̃ πράγματι ὅτι ὑψηλὸς ἐπάνω ὑψηλου̃ φυλάξαι καὶ ὑψηλοὶ ἐπ' αὐτούς |
8 καὶ περισσεία γη̃ς ἐν παντί ἐστι βασιλεὺς του̃ ἀγρου̃ εἰργασμένου |
9 ἀγαπω̃ν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτω̃ν γένημα καί γε του̃το ματαιότης |
10 ἐν πλήθει τη̃ς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν καὶ τί ἀνδρεία τω̨̃ παρ' αὐτη̃ς ὅτι ἀλλ' ἢ του̃ ὁρα̃ν ὀφθαλμοι̃ς αὐτου̃ |
11 γλυκὺς ὕπνος του̃ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται καὶ τω̨̃ ἐμπλησθέντι του̃ πλουτη̃σαι οὐκ ἔστιν ἀφίων αὐτὸν του̃ ὑπνω̃σαι |
12 ἔστιν ἀρρωστία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον πλου̃τον φυλασσόμενον τω̨̃ παρ' αὐτου̃ εἰς κακίαν αὐτου̃ |
13 καὶ ἀπολει̃ται ὁ πλου̃τος ἐκει̃νος ἐν περισπασμω̨̃ πονηρω̨̃ καὶ ἐγέννησεν υἱόν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτου̃ οὐδέν |
14 καθὼς ἐξη̃λθεν ἀπὸ γαστρὸς μητρὸς αὐτου̃ γυμνός ἐπιστρέψει του̃ πορευθη̃ναι ὡς ἥκει καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχθω̨ αὐτου̃ ἵνα πορευθη̨̃ ἐν χειρὶ αὐτου̃ |
15 καί γε του̃το πονηρὰ ἀρρωστία ὥσπερ γὰρ παρεγένετο οὕτως καὶ ἀπελεύσεται καὶ τίς περισσεία αὐτω̨̃ ἡ̨̃ μοχθει̃ εἰς ἄνεμον |
16 καί γε πα̃σαι αἱ ἡμέραι αὐτου̃ ἐν σκότει καὶ πένθει καὶ θυμω̨̃ πολλω̨̃ καὶ ἀρρωστία̨ καὶ χόλω̨ |
17 ἰδοὺ ὃ εἰ̃δον ἐγὼ ἀγαθόν ὅ ἐστιν καλόν του̃ φαγει̃ν καὶ του̃ πιει̃ν καὶ του̃ ἰδει̃ν ἀγαθωσύνην ἐν παντὶ μόχθω̨ αὐτου̃ ὡ̨̃ ἐὰν μοχθη̨̃ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερω̃ν ζωη̃ς αὐτου̃ ὡ̃ν ἔδωκεν αὐτω̨̃ ὁ θεός ὅτι αὐτὸ μερὶς αὐτου̃ |
18 καί γε πα̃ς ὁ ἄνθρωπος ὡ̨̃ ἔδωκεν αὐτω̨̃ ὁ θεὸς πλου̃τον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν του̃ φαγει̃ν ἀπ' αὐτου̃ καὶ του̃ λαβει̃ν τὸ μέρος αὐτου̃ καὶ του̃ εὐφρανθη̃ναι ἐν μόχθω̨ αὐτου̃ του̃το δόμα θεου̃ ἐστιν |
19 ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ ὅτι ὁ θεὸς περισπα̨̃ αὐτὸν ἐν εὐφροσύνη̨ καρδίας αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.