Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 1

Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ τοι̃ς ἁγίοις τοι̃ς οὐ̃σιν ἐν ’Εφέσω̨ καὶ πιστοι̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
εὐλογητòς ὁ θεòς καὶ πατὴρ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὁ εὐλογήσας ἡμα̃ς ἐν πάση̨ εὐλογία̨ πνευματικη̨̃ ἐν τοι̃ς ἐπουρανίοις ἐν Χριστω̨̃
καθὼς ἐξελέξατο ἡμα̃ς ἐν αὐτω̨̃ πρò καταβολη̃ς κόσμου εἰ̃ναι ἡμα̃ς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτου̃ ἐν ἀγάπη̨
προορίσας ἡμα̃ς εἰς υἱοθεσίαν διὰ ’Ιησου̃ Χριστου̃ εἰς αὐτόν κατὰ τὴν εὐδοκίαν του̃ θελήματος αὐτου̃
εἰς ἔπαινον δόξης τη̃ς χάριτος αὐτου̃ ἡ̃ς ἐχαρίτωσεν ἡμα̃ς ἐν τω̨̃ ἠγαπημένω̨
ἐν ὡ̨̃ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ του̃ αἵματος αὐτου̃ τὴν ἄφεσιν τω̃ν παραπτωμάτων κατὰ τò πλου̃τος τη̃ς χάριτος αὐτου̃
ἡ̃ς ἐπερίσσευσεν εἰς ἡμα̃ς ἐν πάση̨ σοφία̨ καὶ φρονήσει
γνωρίσας ἡμι̃ν τò μυστήριον του̃ θελήματος αὐτου̃ κατὰ τὴν εὐδοκίαν αὐτου̃ ἣν προέθετο ἐν αὐτω̨̃
10 εἰς οἰκονομίαν του̃ πληρώματος τω̃ν καιρω̃ν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τω̨̃ Χριστω̨̃ τὰ ἐπὶ τοι̃ς οὐρανοι̃ς καὶ τὰ ἐπὶ τη̃ς γη̃ς ἐν αὐτω̨̃
11 ἐν ὡ̨̃ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν του̃ τὰ πάντα ἐνεργου̃ντος κατὰ τὴν βουλὴν του̃ θελήματος αὐτου̃
12 εἰς τò εἰ̃ναι ἡμα̃ς εἰς ἔπαινον δόξης αὐτου̃ τοὺς προηλπικότας ἐν τω̨̃ Χριστω̨̃
13 ἐν ὡ̨̃ καὶ ὑμει̃ς ἀκούσαντες τòν λόγον τη̃ς ἀληθείας τò εὐαγγέλιον τη̃ς σωτηρίας ὑμω̃ν ἐν ὡ̨̃ καὶ πιστεύσαντες ἐσφραγίσθητε τω̨̃ πνεύματι τη̃ς ἐπαγγελίας τω̨̃ ἁγίω̨
14 ὅ ἐστιν ἀρραβὼν τη̃ς κληρονομίας ἡμω̃ν εἰς ἀπολύτρωσιν τη̃ς περιποιήσεως εἰς ἔπαινον τη̃ς δόξης αὐτου̃
15 διὰ του̃το κἀγώ ἀκούσας τὴν καθ' ὑμα̃ς πίστιν ἐν τω̨̃ κυρίω̨ ’Ιησου̃ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους
16 οὐ παύομαι εὐχαριστω̃ν ὑπὲρ ὑμω̃ν μνείαν ποιούμενος ἐπὶ τω̃ν προσευχω̃ν μου
17 ἵνα ὁ θεòς του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὁ πατὴρ τη̃ς δόξης δώη̨ ὑμι̃ν πνευ̃μα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτου̃
18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τη̃ς καρδίας ὑμω̃ν εἰς τò εἰδέναι ὑμα̃ς τίς ἐστιν ἡ ἐλπὶς τη̃ς κλήσεως αὐτου̃ τίς ὁ πλου̃τος τη̃ς δόξης τη̃ς κληρονομίας αὐτου̃ ἐν τοι̃ς ἁγίοις
19 καὶ τί τò ὑπερβάλλον μέγεθος τη̃ς δυνάμεως αὐτου̃ εἰς ἡμα̃ς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν του̃ κράτους τη̃ς ἰσχύος αὐτου̃
20 ἣν ἐνήργησεν ἐν τω̨̃ Χριστω̨̃ ἐγείρας αὐτòν ἐκ νεκρω̃ν καὶ καθίσας ἐν δεξια̨̃ αὐτου̃ ἐν τοι̃ς ἐπουρανίοις
21 ὑπεράνω πάσης ἀρχη̃ς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντòς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τω̨̃ αἰω̃νι τούτω̨ ἀλλὰ καὶ ἐν τω̨̃ μέλλοντι
22 καὶ πάντα ὑπέταξεν ὑπò τοὺς πόδας αὐτου̃ καὶ αὐτòν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τη̨̃ ἐκκλησία̨
23 ἥτις ἐστὶν τò σω̃μα αὐτου̃ τò πλήρωμα του̃ τὰ πάντα ἐν πα̃σιν πληρουμένου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.