ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ,
κεφαλίς 3
1 τούτου χάριν ἐγὼ Παυ̃λος ὁ δέσμιος του̃ Χριστου̃ ’Ιησου̃ ὑπὲρ ὑμω̃ν τω̃ν ἐθνω̃ν |
2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τη̃ς χάριτος του̃ θεου̃ τη̃ς δοθείσης μοι εἰς ὑμα̃ς |
3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τò μυστήριον καθὼς προέγραψα ἐν ὀλίγω̨ |
4 πρòς ὃ δύνασθε ἀναγινώσκοντες νοη̃σαι τὴν σύνεσίν μου ἐν τω̨̃ μυστηρίω̨ του̃ Χριστου̃ |
5 ὃ ἑτέραις γενεαι̃ς οὐκ ἐγνωρίσθη τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων ὡς νυ̃ν ἀπεκαλύφθη τοι̃ς ἁγίοις ἀποστόλοις αὐτου̃ καὶ προφήταις ἐν πνεύματι |
6 εἰ̃ναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τη̃ς ἐπαγγελίας ἐν Χριστω̨̃ ’Ιησου̃ διὰ του̃ εὐαγγελίου |
7 οὑ̃ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τη̃ς χάριτος του̃ θεου̃ τη̃ς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τη̃ς δυνάμεως αὐτου̃ |
8 ἐμοὶ τω̨̃ ἐλαχιστοτέρω̨ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη τοι̃ς ἔθνεσιν εὐαγγελίσασθαι τò ἀνεξιχνίαστον πλου̃τος του̃ Χριστου̃ |
9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία του̃ μυστηρίου του̃ ἀποκεκρυμμένου ἀπò τω̃ν αἰώνων ἐν τω̨̃ θεω̨̃ τω̨̃ τὰ πάντα κτίσαντι |
10 ἵνα γνωρισθη̨̃ νυ̃ν ται̃ς ἀρχαι̃ς καὶ ται̃ς ἐξουσίαις ἐν τοι̃ς ἐπουρανίοις διὰ τη̃ς ἐκκλησίας ἡ πολυποίκιλος σοφία του̃ θεου̃ |
11 κατὰ πρόθεσιν τω̃ν αἰώνων ἣν ἐποίησεν ἐν τω̨̃ Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν |
12 ἐν ὡ̨̃ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τη̃ς πίστεως αὐτου̃ |
13 διò αἰτου̃μαι μὴ ἐγκακει̃ν ἐν ται̃ς θλίψεσίν μου ὑπὲρ ὑμω̃ν ἥτις ἐστὶν δόξα ὑμω̃ν |
14 τούτου χάριν κάμπτω τὰ γόνατά μου πρòς τòν πατέρα |
15 ἐξ οὑ̃ πα̃σα πατριὰ ἐν οὐρανοι̃ς καὶ ἐπὶ γη̃ς ὀνομάζεται |
16 ἵνα δω̨̃ ὑμι̃ν κατὰ τò πλου̃τος τη̃ς δόξης αὐτου̃ δυνάμει κραταιωθη̃ναι διὰ του̃ πνεύματος αὐτου̃ εἰς τòν ἔσω ἄνθρωπον |
17 κατοικη̃σαι τòν Χριστòν διὰ τη̃ς πίστεως ἐν ται̃ς καρδίαις ὑμω̃ν ἐν ἀγάπη̨ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι |
18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πα̃σιν τοι̃ς ἁγίοις τί τò πλάτος καὶ μη̃κος καὶ ὕψος καὶ βάθος |
19 γνω̃ναί τε τὴν ὑπερβάλλουσαν τη̃ς γνώσεως ἀγάπην του̃ Χριστου̃ ἵνα πληρωθη̃τε εἰς πα̃ν τò πλήρωμα του̃ θεου̃ |
20 τω̨̃ δὲ δυναμένω̨ ὑπὲρ πάντα ποιη̃σαι ὑπερεκπερισσου̃ ὡ̃ν αἰτούμεθα ἢ νοου̃μεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμι̃ν |
21 αὐτω̨̃ ἡ δόξα ἐν τη̨̃ ἐκκλησία̨ καὶ ἐν Χριστω̨̃ ’Ιησου̃ εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος τω̃ν αἰώνων ἀμήν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.