Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ, κεφαλίς 4,  στἰχοι 18-32

18 ἐσκοτωμένοι τη̨̃ διανοία̨ ὄντες ἀπηλλοτριωμένοι τη̃ς ζωη̃ς του̃ θεου̃ διὰ τὴν ἄγνοιαν τὴν οὐ̃σαν ἐν αὐτοι̃ς διὰ τὴν πώρωσιν τη̃ς καρδίας αὐτω̃ν
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τη̨̃ ἀσελγεία̨ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξία̨
20 ὑμει̃ς δὲ οὐχ οὕτως ἐμάθετε τòν Χριστόν
21 εἴ γε αὐτòν ἠκούσατε καὶ ἐν αὐτω̨̃ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τω̨̃ ’Ιησου̃
22 ἀποθέσθαι ὑμα̃ς κατὰ τὴν προτέραν ἀναστροφὴν τòν παλαιòν ἄνθρωπον τòν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τη̃ς ἀπάτης
23 ἀνανεου̃σθαι δὲ τω̨̃ πνεύματι του̃ νοòς ὑμω̃ν
24 καὶ ἐνδύσασθαι τòν καινòν ἄνθρωπον τòν κατὰ θεòν κτισθέντα ἐν δικαιοσύνη̨ καὶ ὁσιότητι τη̃ς ἀληθείας
25 διò ἀποθέμενοι τò ψευ̃δος λαλει̃τε ἀλήθειαν ἕκαστος μετὰ του̃ πλησίον αὐτου̃ ὅτι ἐσμὲν ἀλλήλων μέλη
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τω̨̃ παροργισμω̨̃ ὑμω̃ν
27 μηδὲ δίδοτε τόπον τω̨̃ διαβόλω̨
28 ὁ κλέπτων μηκέτι κλεπτέτω μα̃λλον δὲ κοπιάτω ἐργαζόμενος ται̃ς ἰδίαις χερσὶν τò ἀγαθόν ἵνα ἔχη̨ μεταδιδόναι τω̨̃ χρείαν ἔχοντι
29 πα̃ς λόγος σαπρòς ἐκ του̃ στόματος ὑμω̃ν μὴ ἐκπορευέσθω ἀλλὰ εἴ τις ἀγαθòς πρòς οἰκοδομὴν τη̃ς χρείας ἵνα δω̨̃ χάριν τοι̃ς ἀκούουσιν
30 καὶ μὴ λυπει̃τε τò πνευ̃μα τò ἅγιον του̃ θεου̃ ἐν ὡ̨̃ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως
31 πα̃σα πικρία καὶ θυμòς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμω̃ν σὺν πάση̨ κακία̨
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοι̃ς καθὼς καὶ ὁ θεòς ἐν Χριστω̨̃ ἐχαρίσατο ὑμι̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.