1 καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς του̃ θυμου̃ καὶ οὐκέτι ἐμνήσθη τη̃ς Αστιν μνημονεύων οἱ̃α ἐλάλησεν καὶ ὡς κατέκρινεν αὐτήν |
2 καὶ εἰ̃παν οἱ διάκονοι του̃ βασιλέως ζητηθήτω τω̨̃ βασιλει̃ κοράσια ἄφθορα καλὰ τω̨̃ εἴδει |
3 καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ται̃ς χώραις τη̃ς βασιλείας αὐτου̃ καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τω̨̃ εἴδει εἰς Σουσαν τὴν πόλιν εἰς τὸν γυναικω̃να καὶ παραδοθήτωσαν τω̨̃ εὐνούχω̨ του̃ βασιλέως τω̨̃ φύλακι τω̃ν γυναικω̃ν καὶ δοθήτω σμη̃γμα καὶ ἡ λοιπὴ ἐπιμέλεια |
4 καὶ ἡ γυνή ἣ ἂν ἀρέση̨ τω̨̃ βασιλει̃ βασιλεύσει ἀντὶ Αστιν καὶ ἤρεσεν τω̨̃ βασιλει̃ τὸ πρα̃γμα καὶ ἐποίησεν οὕτως |
5 καὶ ἄνθρωπος ἠ̃ν Ιουδαι̃ος ἐν Σούσοις τη̨̃ πόλει καὶ ὄνομα αὐτω̨̃ Μαρδοχαι̃ος ὁ του̃ Ιαϊρου του̃ Σεμεϊου του̃ Κισαιου ἐκ φυλη̃ς Βενιαμιν |
6 ὃς ἠ̃ν αἰχμάλωτος ἐξ Ιερουσαλημ ἣν ἠ̨χμαλώτευσεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος |
7 καὶ ἠ̃ν τούτω̨ παι̃ς θρεπτή θυγάτηρ Αμιναδαβ ἀδελφου̃ πατρὸς αὐτου̃ καὶ ὄνομα αὐτη̨̃ Εσθηρ ἐν δὲ τω̨̃ μεταλλάξαι αὐτη̃ς τοὺς γονει̃ς ἐπαίδευσεν αὐτὴν ἑαυτω̨̃ εἰς γυναι̃κα καὶ ἠ̃ν τὸ κοράσιον καλὸν τω̨̃ εἴδει |
8 καὶ ὅτε ἠκούσθη τὸ του̃ βασιλέως πρόσταγμα συνήχθησαν κοράσια πολλὰ εἰς Σουσαν τὴν πόλιν ὑπὸ χει̃ρα Γαι καὶ ἤχθη Εσθηρ πρὸς Γαι τὸν φύλακα τω̃ν γυναικω̃ν |
9 καὶ ἤρεσεν αὐτω̨̃ τὸ κοράσιον καὶ εὑ̃ρεν χάριν ἐνώπιον αὐτου̃ καὶ ἔσπευσεν αὐτη̨̃ δου̃ναι τὸ σμη̃γμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτη̨̃ ἐκ βασιλικου̃ καὶ ἐχρήσατο αὐτη̨̃ καλω̃ς καὶ ται̃ς ἅβραις αὐτη̃ς ἐν τω̨̃ γυναικω̃νι |
10 καὶ οὐχ ὑπέδειξεν Εσθηρ τὸ γένος αὐτη̃ς οὐδὲ τὴν πατρίδα ὁ γὰρ Μαρδοχαι̃ος ἐνετείλατο αὐτη̨̃ μὴ ἀπαγγει̃λαι |
11 καθ' ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαι̃ος περιεπάτει κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπω̃ν τί Εσθηρ συμβήσεται |
12 οὑ̃τος δὲ ἠ̃ν καιρὸς κορασίου εἰσελθει̃ν πρὸς τὸν βασιλέα ὅταν ἀναπληρώση̨ μη̃νας δέκα δύο οὕτως γὰρ ἀναπληρου̃νται αἱ ἡμέραι τη̃ς θεραπείας μη̃νας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνω̨ ἐλαίω̨ καὶ μη̃νας ἓξ ἐν τοι̃ς ἀρώμασιν καὶ ἐν τοι̃ς σμήγμασιν τω̃ν γυναικω̃ν |
13 καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα καὶ ὃ ἐὰν εἴπη̨ παραδώσει αὐτη̨̃ συνεισέρχεσθαι αὐτη̨̃ ἀπὸ του̃ γυναικω̃νος ἕως τω̃ν βασιλείων |
14 δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικω̃να τὸν δεύτερον οὑ̃ Γαι ὁ εὐνου̃χος του̃ βασιλέως ὁ φύλαξ τω̃ν γυναικω̃ν καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα ἐὰν μὴ κληθη̨̃ ὀνόματι |
15 ἐν δὲ τω̨̃ ἀναπληρου̃σθαι τὸν χρόνον Εσθηρ τη̃ς θυγατρὸς Αμιναδαβ ἀδελφου̃ πατρὸς Μαρδοχαίου εἰσελθει̃ν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν ὡ̃ν αὐτη̨̃ ἐνετείλατο ὁ εὐνου̃χος ὁ φύλαξ τω̃ν γυναικω̃ν ἠ̃ν γὰρ Εσθηρ εὑρίσκουσα χάριν παρὰ πάντων τω̃ν βλεπόντων αὐτήν |
16 καὶ εἰση̃λθεν Εσθηρ πρὸς 'Αρταξέρξην τὸν βασιλέα τω̨̃ δωδεκάτω̨ μηνί ὅς ἐστιν Αδαρ τω̨̃ ἑβδόμω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ |
17 καὶ ἠράσθη ὁ βασιλεὺς Εσθηρ καὶ εὑ̃ρεν χάριν παρὰ πάσας τὰς παρθένους καὶ ἐπέθηκεν αὐτη̨̃ τὸ διάδημα τὸ γυναικει̃ον |
18 καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πα̃σι τοι̃ς φίλοις αὐτου̃ καὶ ται̃ς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσεν τοὺς γάμους Εσθηρ καὶ ἄφεσιν ἐποίησεν τοι̃ς ὑπὸ τὴν βασιλείαν αὐτου̃ |
19 ὁ δὲ Μαρδοχαι̃ος ἐθεράπευεν ἐν τη̨̃ αὐλη̨̃ |
20 ἡ δὲ Εσθηρ οὐχ ὑπέδειξεν τὴν πατρίδα αὐτη̃ς οὕτως γὰρ ἐνετείλατο αὐτη̨̃ Μαρδοχαι̃ος φοβει̃σθαι τὸν θεὸν καὶ ποιει̃ν τὰ προστάγματα αὐτου̃ καθὼς ἠ̃ν μετ' αὐτου̃ καὶ Εσθηρ οὐ μετήλλαξεν τὴν ἀγωγὴν αὐτη̃ς |
21 καὶ ἐλυπήθησαν οἱ δύο εὐνου̃χοι του̃ βασιλέως οἱ ἀρχισωματοφύλακες ὅτι προήχθη Μαρδοχαι̃ος καὶ ἐζήτουν ἀποκτει̃ναι 'Αρταξέρξην τὸν βασιλέα |
22 καὶ ἐδηλώθη Μαρδοχαίω̨ ὁ λόγος καὶ ἐσήμανεν Εσθηρ καὶ αὐτὴ ἐνεφάνισεν τω̨̃ βασιλει̃ τὰ τη̃ς ἐπιβουλη̃ς |
23 ὁ δὲ βασιλεὺς ἤτασεν τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τη̨̃ βασιλικη̨̃ βιβλιοθήκη̨ ὑπὲρ τη̃ς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίω̨ |