1 οὐ παραδέξη̨ ἀκοὴν ματαίαν οὐ συγκαταθήση̨ μετὰ του̃ ἀδίκου γενέσθαι μάρτυς ἄδικος |
2 οὐκ ἔση̨ μετὰ πλειόνων ἐπὶ κακία̨ οὐ προστεθήση̨ μετὰ πλήθους ἐκκλι̃ναι μετὰ πλειόνων ὥστε ἐκκλι̃ναι κρίσιν |
3 καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει |
4 ἐὰν δὲ συναντήση̨ς τω̨̃ βοὶ του̃ ἐχθρου̃ σου ἢ τω̨̃ ὑποζυγίω̨ αὐτου̃ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτω̨̃ |
5 ἐὰν δὲ ἴδη̨ς τὸ ὑποζύγιον του̃ ἐχθρου̃ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτου̃ οὐ παρελεύση̨ αὐτό ἀλλὰ συνεγερει̃ς αὐτὸ μετ' αὐτου̃ |
6 οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτου̃ |
7 ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήση̨ ἀθω̨̃ον καὶ δίκαιον οὐκ ἀποκτενει̃ς καὶ οὐ δικαιώσεις τὸν ἀσεβη̃ ἕνεκεν δώρων |
8 καὶ δω̃ρα οὐ λήμψη̨ τὰ γὰρ δω̃ρα ἐκτυφλοι̃ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια |
9 καὶ προσήλυτον οὐ θλίψετε ὑμει̃ς γὰρ οἴδατε τὴν ψυχὴν του̃ προσηλύτου αὐτοὶ γὰρ προσήλυτοι ἠ̃τε ἐν γη̨̃ Αἰγύπτω̨ |
10 ἓξ ἔτη σπερει̃ς τὴν γη̃ν σου καὶ συνάξεις τὰ γενήματα αὐτη̃ς |
11 τω̨̃ δὲ ἑβδόμω̨ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ του̃ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελω̃νά σου καὶ τὸν ἐλαιω̃νά σου |
12 ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνάπαυσις ἵνα ἀναπαύσηται ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ ἵνα ἀναψύξη̨ ὁ υἱὸς τη̃ς παιδίσκης σου καὶ ὁ προσήλυτος |
13 πάντα ὅσα εἴρηκα πρὸς ὑμα̃ς φυλάξασθε καὶ ὄνομα θεω̃ν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθη̨̃ ἐκ του̃ στόματος ὑμω̃ν |
14 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἑορτάσατέ μοι |
15 τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξασθε ποιει̃ν ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν του̃ μηνὸς τω̃ν νέων ἐν γὰρ αὐτω̨̃ ἐξη̃λθες ἐξ Αἰγύπτου οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός |
16 καὶ ἑορτὴν θερισμου̃ πρωτογενημάτων ποιήσεις τω̃ν ἔργων σου ὡ̃ν ἐὰν σπείρη̨ς ἐν τω̨̃ ἀγρω̨̃ σου καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδου του̃ ἐνιαυτου̃ ἐν τη̨̃ συναγωγη̨̃ τω̃ν ἔργων σου τω̃ν ἐκ του̃ ἀγρου̃ σου |
17 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ σου |
18 ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμη̨ αἱ̃μα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθη̨̃ στέαρ τη̃ς ἑορτη̃ς μου ἕως πρωί |
19 τὰς ἀπαρχὰς τω̃ν πρωτογενημάτων τη̃ς γη̃ς σου εἰσοίσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃ |
20 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξη̨ σε ἐν τη̨̃ ὁδω̨̃ ὅπως εἰσαγάγη̨ σε εἰς τὴν γη̃ν ἣν ἡτοίμασά σοι |
21 πρόσεχε σεαυτω̨̃ καὶ εἰσάκουε αὐτου̃ καὶ μὴ ἀπείθει αὐτω̨̃ οὐ γὰρ μὴ ὑποστείληταί σε τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτω̨̃ |
22 ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς ἐμη̃ς φωνη̃ς καὶ ποιήση̨ς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τω̃ν ἐθνω̃ν ἐμὴ γάρ ἐστιν πα̃σα ἡ γη̃ ὑμει̃ς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταυ̃τα τὰ ῥήματα ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς φωνη̃ς μου καὶ ποιήση̨ς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοι̃ς ἐχθροι̃ς σου καὶ ἀντικείσομαι τοι̃ς ἀντικειμένοις σοι |
23 πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Χαναναι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ ἐκτρίψω αὐτούς |
24 οὐ προσκυνήσεις τοι̃ς θεοι̃ς αὐτω̃ν οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτω̃ν ἀλλὰ καθαιρέσει καθελει̃ς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτω̃ν |
25 καὶ λατρεύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμω̃ν |
26 οὐκ ἔσται ἄγονος οὐδὲ στει̃ρα ἐπὶ τη̃ς γη̃ς σου τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν σου ἀναπληρώσω |
27 καὶ τὸν φόβον ἀποστελω̃ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύη̨ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας |
28 καὶ ἀποστελω̃ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλει̃ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σου̃ |
29 οὐκ ἐκβαλω̃ αὐτοὺς ἐν ἐνιαυτω̨̃ ἑνί ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τη̃ς γη̃ς |
30 κατὰ μικρὸν μικρὸν ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ ἕως ἂν αὐξηθη̨̃ς καὶ κληρονομήση̨ς τὴν γη̃ν |
31 καὶ θήσω τὰ ὅριά σου ἀπὸ τη̃ς ἐρυθρα̃ς θαλάσσης ἕως τη̃ς θαλάσσης τη̃ς Φυλιστιιμ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χει̃ρας ὑμω̃ν τοὺς ἐγκαθημένους ἐν τη̨̃ γη̨̃ καὶ ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ |
32 οὐ συγκαταθήση̨ αὐτοι̃ς καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν διαθήκην |
33 καὶ οὐκ ἐγκαθήσονται ἐν τη̨̃ γη̨̃ σου ἵνα μὴ ἁμαρτει̃ν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύση̨ς τοι̃ς θεοι̃ς αὐτω̃ν οὑ̃τοι ἔσονταί σοι πρόσκομμα |