Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 34

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λάξευσον σεαυτω̨̃ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρω̃ται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ γράψω ἐπὶ τω̃ν πλακω̃ν τὰ ῥήματα ἃ ἠ̃ν ἐν ται̃ς πλαξὶν ται̃ς πρώταις αἱ̃ς συνέτριψας
καὶ γίνου ἕτοιμος εἰς τὸ πρωὶ καὶ ἀναβήση̨ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ στήση̨ μοι ἐκει̃ ἐπ' ἄκρου του̃ ὄρους
καὶ μηδεὶς ἀναβήτω μετὰ σου̃ μηδὲ ὀφθήτω ἐν παντὶ τω̨̃ ὄρει καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον του̃ ὄρους ἐκείνου
καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρω̃ται καὶ ὀρθρίσας Μωυση̃ς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα καθότι συνέταξεν αὐτω̨̃ κύριος καὶ ἔλαβεν Μωυση̃ς τὰς δύο πλάκας τὰς λιθίνας
καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ παρέστη αὐτω̨̃ ἐκει̃ καὶ ἐκάλεσεν τω̨̃ ὀνόματι κυρίου
καὶ παρη̃λθεν κύριος πρὸ προσώπου αὐτου̃ καὶ ἐκάλεσεν κύριος ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς
καὶ δικαιοσύνην διατηρω̃ν καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριει̃ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν
καὶ σπεύσας Μωυση̃ς κύψας ἐπὶ τὴν γη̃ν προσεκύνησεν
καὶ εἰ̃πεν εἰ εὕρηκα χάριν ἐνώπιόν σου συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμω̃ν ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν καὶ ἀφελει̃ς σὺ τὰς ἁμαρτίας ἡμω̃ν καὶ τὰς ἀνομίας ἡμω̃ν καὶ ἐσόμεθα σοί
10 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς του̃ λαου̃ σου ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐν παντὶ ἔθνει καὶ ὄψεται πα̃ς ὁ λαός ἐν οἱ̃ς εἰ̃ σύ τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι
11 πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμω̃ν τὸν Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Γεργεσαι̃ον καὶ Ιεβουσαι̃ον
12 πρόσεχε σεαυτω̨̃ μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις ἐπὶ τη̃ς γη̃ς εἰς ἣν εἰσπορεύη̨ εἰς αὐτήν μή σοι γένηται πρόσκομμα ἐν ὑμι̃ν
13 τοὺς βωμοὺς αὐτω̃ν καθελει̃τε καὶ τὰς στήλας αὐτω̃ν συντρίψετε καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε ἐν πυρί
14 οὐ γὰρ μὴ προσκυνήσητε θεω̨̃ ἑτέρω̨ ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα θεὸς ζηλωτής ἐστιν
15 μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τη̃ς γη̃ς καὶ ἐκπορνεύσωσιν ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ θύσωσι τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ καλέσωσίν σε καὶ φάγη̨ς τω̃ν θυμάτων αὐτω̃ν
16 καὶ λάβη̨ς τω̃ν θυγατέρων αὐτω̃ν τοι̃ς υἱοι̃ς σου καὶ τω̃ν θυγατέρων σου δω̨̃ς τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ ἐκπορνεύσωσιν τοὺς υἱούς σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν
17 καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτω̨̃
18 καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξη̨ ἑπτὰ ἡμέρας φάγη̨ ἄζυμα καθάπερ ἐντέταλμαί σοι εἰς τὸν καιρὸν ἐν μηνὶ τω̃ν νέων ἐν γὰρ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου
19 πα̃ν διανοι̃γον μήτραν ἐμοί τὰ ἀρσενικά πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου
20 καὶ πρωτότοκον ὑποζυγίου λυτρώση̨ προβάτω̨ ἐὰν δὲ μὴ λυτρώση̨ αὐτό τιμὴν δώσεις πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν σου λυτρώση̨ οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός
21 ἓξ ἡμέρας ἐργα̨̃ τη̨̃ δὲ ἑβδόμη̨ καταπαύσεις τω̨̃ σπόρω̨ καὶ τω̨̃ ἀμήτω̨ καταπαύσεις
22 καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμου̃ πυρω̃ν καὶ ἑορτὴν συναγωγη̃ς μεσου̃ντος του̃ ἐνιαυτου̃
23 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ Ισραηλ
24 ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου οὐκ ἐπιθυμήσει οὐδεὶς τη̃ς γη̃ς σου ἡνίκα ἂν ἀναβαίνη̨ς ὀφθη̃ναι ἐναντίον κυρίου του̃ θεου̃ σου τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃
25 οὐ σφάξεις ἐπὶ ζύμη̨ αἱ̃μα θυμιαμάτων μου καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωὶ θύματα τη̃ς ἑορτη̃ς του̃ πασχα
26 τὰ πρωτογενήματα τη̃ς γη̃ς σου θήσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃
27 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν γράψον σεαυτω̨̃ τὰ ῥήματα ταυ̃τα ἐπὶ γὰρ τω̃ν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τω̨̃ Ισραηλ
28 καὶ ἠ̃ν ἐκει̃ Μωυση̃ς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐ̃κ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα ἐπὶ τω̃ν πλακω̃ν τη̃ς διαθήκης τοὺς δέκα λόγους
29 ὡς δὲ κατέβαινεν Μωυση̃ς ἐκ του̃ ὄρους καὶ αἱ δύο πλάκες ἐπὶ τω̃ν χειρω̃ν Μωυση̃ καταβαίνοντος δὲ αὐτου̃ ἐκ του̃ ὄρους Μωυση̃ς οὐκ ἤ̨δει ὅτι δεδόξασται ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ ἐν τω̨̃ λαλει̃ν αὐτὸν αὐτω̨̃
30 καὶ εἰ̃δεν Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυση̃ν καὶ ἠ̃ν δεδοξασμένη ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτου̃
31 καὶ ἐκάλεσεν αὐτοὺς Μωυση̃ς καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἐλάλησεν αὐτοι̃ς Μωυση̃ς
32 καὶ μετὰ ταυ̃τα προση̃λθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐνετείλατο αὐτοι̃ς πάντα ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τω̨̃ ὄρει Σινα
33 καὶ ἐπειδὴ κατέπαυσεν λαλω̃ν πρὸς αὐτούς ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτου̃ κάλυμμα
34 ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυση̃ς ἔναντι κυρίου λαλει̃ν αὐτω̨̃ περιη̨ρει̃το τὸ κάλυμμα ἕως του̃ ἐκπορεύεσθαι καὶ ἐξελθὼν ἐλάλει πα̃σιν τοι̃ς υἱοι̃ς Ισραηλ ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος
35 καὶ εἰ̃δον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυση̃ ὅτι δεδόξασται καὶ περιέθηκεν Μωυση̃ς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτου̃ ἕως ἂν εἰσέλθη̨ συλλαλει̃ν αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.