Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 35

καὶ συνήθροισεν Μωυση̃ς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς οὑ̃τοι οἱ λόγοι οὓς εἰ̃πεν κύριος ποιη̃σαι αὐτούς
ἓξ ἡμέρας ποιήσεις ἔργα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ κατάπαυσις ἅγιον σάββατα ἀνάπαυσις κυρίω̨ πα̃ς ὁ ποιω̃ν ἔργον ἐν αὐτη̨̃ τελευτάτω
οὐ καύσετε πυ̃ρ ἐν πάση̨ κατοικία̨ ὑμω̃ν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἐγὼ κύριος
καὶ εἰ̃πεν Μωυση̃ς πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγων του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος λέγων
λάβετε παρ' ὑμω̃ν αὐτω̃ν ἀφαίρεμα κυρίω̨ πα̃ς ὁ καταδεχόμενος τη̨̃ καρδία̨ οἴσουσιν τὰς ἀπαρχὰς κυρίω̨ χρυσίον ἀργύριον χαλκόν
ὑάκινθον πορφύραν κόκκινον διπλου̃ν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
...
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
10 καὶ πα̃ς σοφὸς τη̨̃ καρδία̨ ἐν ὑμι̃ν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος
11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
12 καὶ τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ τοὺς ἀναφορει̃ς αὐτη̃ς καὶ τὸ ἱλαστήριον αὐτη̃ς καὶ τὸ καταπέτασμα
13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς
14 καὶ τὴν λυχνίαν του̃ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτη̃ς
15 ...
16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃
17 ...
18 ...
19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων του̃ ἱερέως καὶ τὰς στολάς ἐν αἱ̃ς λειτουργήσουσιν ἐν αὐται̃ς καὶ τοὺς χιτω̃νας τοι̃ς υἱοι̃ς Ααρων τη̃ς ἱερατείας καὶ τὸ ἔλαιον του̃ χρίσματος καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως
20 καὶ ἐξη̃λθεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἀπὸ Μωυση̃
21 καὶ ἤνεγκαν ἕκαστος ὡ̃ν ἔφερεν αὐτω̃ν ἡ καρδία καὶ ὅσοις ἔδοξεν τη̨̃ ψυχη̨̃ αὐτω̃ν ἤνεγκαν ἀφαίρεμα κυρίω̨ εἰς πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτη̃ς καὶ εἰς πάσας τὰς στολὰς του̃ ἁγίου
22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τω̃ν γυναικω̃ν πα̃ς ὡ̨̃ ἔδοξεν τη̨̃ διανοία̨ ἤνεγκαν σφραγι̃δας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια πα̃ν σκευ̃ος χρυσου̃ν καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίω̨
23 καὶ παρ' ὡ̨̃ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα ἤνεγκαν
24 καὶ πα̃ς ὁ ἀφαιρω̃ν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίω̨ καὶ παρ' οἱ̃ς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τη̃ς κατασκευη̃ς ἤνεγκαν
25 καὶ πα̃σα γυνὴ σοφὴ τη̨̃ διανοία̨ ται̃ς χερσὶν νήθειν ἤνεγκαν νενησμένα τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
26 καὶ πα̃σαι αἱ γυναι̃κες αἱ̃ς ἔδοξεν τη̨̃ διανοία̨ αὐτω̃ν ἐν σοφία̨ ἔνησαν τὰς τρίχας τὰς αἰγείας
27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τη̃ς σμαράγδου καὶ τοὺς λίθους τη̃ς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογει̃ον
28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὴν σύνθεσιν του̃ θυμιάματος
29 καὶ πα̃ς ἀνὴρ καὶ γυνή ὡ̃ν ἔφερεν ἡ διάνοια αὐτω̃ν εἰσελθόντας ποιει̃ν πάντα τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιη̃σαι αὐτὰ διὰ Μωυση̃ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίω̨
30 καὶ εἰ̃πεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν του̃ Ουριου τὸν Ωρ ἐκ φυλη̃ς Ιουδα
31 καὶ ἐνέπλησεν αὐτὸν πνευ̃μα θει̃ον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
32 ἀρχιτεκτονει̃ν κατὰ πάντα τὰ ἔργα τη̃ς ἀρχιτεκτονίας ποιει̃ν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
33 καὶ λιθουργη̃σαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιει̃ν ἐν παντὶ ἔργω̨ σοφίας
34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτω̨̃ ἐν τη̨̃ διανοία̨ αὐτω̨̃ τε καὶ Ελιαβ τω̨̃ του̃ Αχισαμακ ἐκ φυλη̃ς Δαν
35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιη̃σαι τὰ ἔργα του̃ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφα̃ναι τω̨̃ κοκκίνω̨ καὶ τη̨̃ βύσσω̨ ποιει̃ν πα̃ν ἔργον ἀρχιτεκτονίας ποικιλίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.