1 καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπάνω του̃ στερεώματος του̃ ὑπὲρ κεφαλη̃ς τω̃ν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ' αὐτω̃ν |
2 καὶ εἰ̃πεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν εἴσελθε εἰς τὸ μέσον τω̃ν τροχω̃ν τω̃ν ὑποκάτω τω̃ν χερουβιν καὶ πλη̃σον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τω̃ν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν καὶ εἰση̃λθεν ἐνώπιόν μου |
3 καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιω̃ν του̃ οἴκου ἐν τω̨̃ εἰσπορεύεσθαι τὸν ἄνδρα καὶ ἡ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν |
4 καὶ ἀπη̃ρεν ἡ δόξα κυρίου ἀπὸ τω̃ν χερουβιν εἰς τὸ αἴθριον του̃ οἴκου καὶ ἔπλησεν τὸν οἰ̃κον ἡ νεφέλη καὶ ἡ αὐλὴ ἐπλήσθη του̃ φέγγους τη̃ς δόξης κυρίου |
5 καὶ φωνὴ τω̃ν πτερύγων τω̃ν χερουβιν ἠκούετο ἕως τη̃ς αὐλη̃ς τη̃ς ἐξωτέρας ὡς φωνὴ θεου̃ Σαδδαι λαλου̃ντος |
6 καὶ ἐγένετο ἐν τω̨̃ ἐντέλλεσθαι αὐτὸν τω̨̃ ἀνδρὶ τω̨̃ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων λαβὲ πυ̃ρ ἐκ μέσου τω̃ν τροχω̃ν ἐκ μέσου τω̃ν χερουβιν καὶ εἰση̃λθεν καὶ ἔστη ἐχόμενος τω̃ν τροχω̃ν |
7 καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ εἰς μέσον του̃ πυρὸς του̃ ὄντος ἐν μέσω̨ τω̃ν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χει̃ρας του̃ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν καὶ ἔλαβεν καὶ ἐξη̃λθεν |
8 καὶ εἰ̃δον τὰ χερουβιν ὁμοίωμα χειρω̃ν ἀνθρώπων ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν |
9 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τω̃ν χερουβιν τροχὸς εἱ̃ς ἐχόμενος χερουβ ἑνός καὶ ἡ ὄψις τω̃ν τροχω̃ν ὡς ὄψις λίθου ἄνθρακος |
10 καὶ ἡ ὄψις αὐτω̃ν ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν ὃν τρόπον ὅταν ἠ̨̃ τροχὸς ἐν μέσω̨ τροχου̃ |
11 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά |
12 καὶ οἱ νω̃τοι αὐτω̃ν καὶ αἱ χει̃ρες αὐτω̃ν καὶ αἱ πτέρυγες αὐτω̃ν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν τροχοι̃ς αὐτω̃ν |
13 τοι̃ς δὲ τροχοι̃ς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου |
|
15 καὶ ἠ̃ραν τὰ χερουβιν του̃το τὸ ζω̨̃ον ὃ εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ |
16 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί καὶ οὑ̃τοι ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν του̃ μετεωρίζεσθαι ἀπὸ τη̃ς γη̃ς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτω̃ν |
17 ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτω̃ν διότι πνευ̃μα ζωη̃ς ἐν αὐτοι̃ς ἠ̃ν |
18 καὶ ἐξη̃λθεν δόξα κυρίου ἀπὸ του̃ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν |
19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ ἐμετεωρίσθησαν ἀπὸ τη̃ς γη̃ς ἐνώπιον ἐμου̃ ἐν τω̨̃ ἐξελθει̃ν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς ἀπέναντι καὶ δόξα θεου̃ Ισραηλ ἠ̃ν ἐπ' αὐτω̃ν ὑπεράνω |
20 του̃το τὸ ζω̨̃όν ἐστιν ὃ εἰ̃δον ὑποκάτω θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν |
21 τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ ὀκτὼ πτέρυγες τω̨̃ ἑνί καὶ ὁμοίωμα χειρω̃ν ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν |
22 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν ταυ̃τα τὰ πρόσωπά ἐστιν ἃ εἰ̃δον ὑποκάτω τη̃ς δόξης θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτω̃ν ἐπορεύοντο |