Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 12,  στἰχοι 1-7

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου ἐν μέσω̨ τω̃ν ἀδικιω̃ν αὐτω̃ν σὺ κατοικει̃ς οἳ ἔχουσιν ὀφθαλμοὺς του̃ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὠ̃τα ἔχουσιν του̃ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν
3 καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτω̨̃ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτω̃ν καὶ αἰχμαλωτευθήση̨ ἐκ του̃ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτω̃ν ὅπως ἴδωσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν
4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ' ὀφθαλμοὺς αὐτω̃ν καὶ σὺ ἐξελεύση̨ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος
5 ἐνώπιον αὐτω̃ν διόρυξον σεαυτω̨̃ εἰς τὸν τοι̃χον καὶ διεξελεύση̨ δι' αὐτου̃
6 ἐνώπιον αὐτω̃ν ἐπ' ὤμων ἀναλημφθήση̨ καὶ κεκρυμμένος ἐξελεύση̨ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδη̨ς τὴν γη̃ν διότι τέρας δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ
7 καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτω̨̃ τὸν τοι̃χον καὶ κεκρυμμένος ἐξη̃λθον ἐπ' ὤμων ἀνελήμφθην ἐνώπιον αὐτω̃ν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.