Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 24,  στἰχοι 1-14

1 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ ἐν τω̨̃ μηνὶ τω̨̃ δεκάτω̨ δεκάτη̨ του̃ μηνὸς λέγων
2 υἱὲ ἀνθρώπου γράψον σεαυτω̨̃ εἰς ἡμέραν ἀπὸ τη̃ς ἡμέρας ταύτης ἀφ' ἡ̃ς ἀπηρείσατο βασιλεὺς Βαβυλω̃νος ἐπὶ Ιερουσαλημ ἀπὸ τη̃ς ἡμέρας τη̃ς σήμερον
3 καὶ εἰπὸν ἐπὶ τὸν οἰ̃κον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἐπίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ
4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα πα̃ν διχοτόμημα καλόν σκέλος καὶ ὠ̃μον ἐκσεσαρκισμένα ἀπὸ τω̃ν ὀστω̃ν
5 ἐξ ἐπιλέκτων κτηνω̃ν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστα̃ ὑποκάτω αὐτω̃ν ἔζεσεν ἔζεσεν καὶ ἥψηται τὰ ὀστα̃ αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς
6 διὰ του̃το τάδε λέγει κύριος ὠ̃ πόλις αἱμάτων λέβης ἐν ὡ̨̃ ἐστιν ἰὸς ἐν αὐτω̨̃ καὶ ὁ ἰὸς οὐκ ἐξη̃λθεν ἐξ αὐτη̃ς κατὰ μέλος αὐτη̃ς ἐξήνεγκεν οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλη̃ρος
7 ὅτι αἱ̃μα αὐτη̃ς ἐν μέσω̨ αὐτη̃ς ἐστιν ἐπὶ λεωπετρίαν τέταχα αὐτό οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γη̃ν του̃ καλύψαι ἐπ' αὐτὸ γη̃ν
8 του̃ ἀναβη̃ναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθη̃ναι δέδωκα τὸ αἱ̃μα αὐτη̃ς ἐπὶ λεωπετρίαν του̃ μὴ καλύψαι αὐτό
9 διὰ του̃το τάδε λέγει κύριος κἀγὼ μεγαλυνω̃ τὸν δαλὸν
10 καὶ πληθυνω̃ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πυ̃ρ ὅπως τακη̨̃ τὰ κρέα καὶ ἐλαττωθη̨̃ ὁ ζωμὸς
11 καὶ στη̨̃ ἐπὶ τοὺς ἄνθρακας ὅπως προσκαυθη̨̃ καὶ θερμανθη̨̃ ὁ χαλκὸς αὐτη̃ς καὶ τακη̨̃ ἐν μέσω̨ ἀκαθαρσίας αὐτη̃ς καὶ ἐκλίπη̨ ὁ ἰὸς αὐτη̃ς
12 καὶ οὐ μὴ ἐξέλθη̨ ἐξ αὐτη̃ς πολὺς ὁ ἰὸς αὐτη̃ς καταισχυνθήσεται ὁ ἰὸς αὐτη̃ς
13 ἀνθ' ὡ̃ν ἐμιαίνου σύ καὶ τί ἐὰν μὴ καθαρισθη̨̃ς ἔτι ἕως οὑ̃ ἐμπλήσω τὸν θυμόν μου
14 ἐγὼ κύριος λελάληκα καὶ ἥξει καὶ ποιήσω οὐ διαστελω̃ οὐδὲ μὴ ἐλεήσω κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε λέγει κύριος διὰ του̃το ἐγὼ κρινω̃ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινω̃ σε ἡ ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ του̃ παραπικραίνειν

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.