Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 25

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προφήτευσον ἐπ' αὐτοὺς
3 καὶ ἐρει̃ς τοι̃ς υἱοι̃ς Αμμων ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου ὅτι ἐβεβηλώθη καὶ ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ ὅτι ἠφανίσθη καὶ ἐπὶ τὸν οἰ̃κον του̃ Ιουδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσία̨
4 διὰ του̃το ἰδοὺ ἐγὼ παραδίδωμι ὑμα̃ς τοι̃ς υἱοι̃ς Κεδεμ εἰς κληρονομίαν καὶ κατασκηνώσουσιν ἐν τη̨̃ ἀπαρτία̨ αὐτω̃ν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτω̃ν αὐτοὶ φάγονται τοὺς καρπούς σου καὶ αὐτοὶ πίονται τὴν πιότητά σου
5 καὶ δώσω τὴν πόλιν του̃ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
6 διότι τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐκρότησας τὴν χει̃ρά σου καὶ ἐπεψόφησας τω̨̃ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχη̃ς σου ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ
7 διὰ του̃το ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοι̃ς ἔθνεσιν καὶ ἐξολεθρεύσω σε ἐκ τω̃ν λαω̃ν καὶ ἀπολω̃ σε ἐκ τω̃ν χωρω̃ν ἀπωλεία̨ καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος
8 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Μωαβ ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἰ̃κος Ισραηλ καὶ Ιουδα
9 διὰ του̃το ἰδοὺ ἐγὼ παραλύω τὸν ὠ̃μον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτου̃ ἐκλεκτὴν γη̃ν οἰ̃κον Ασιμουθ ἐπάνω πηγη̃ς πόλεως παραθαλασσίας
10 τοι̃ς υἱοι̃ς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν ὅπως μὴ μνεία γένηται τω̃ν υἱω̃ν Αμμων
11 καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος
12 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐποίησεν ἡ Ιδουμαία ἐν τω̨̃ ἐκδικη̃σαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἰ̃κον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην
13 διὰ του̃το τάδε λέγει κύριος καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεθρεύσω ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος καὶ θήσομαι αὐτὴν ἔρημον καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομφαία̨ πεσου̃νται
14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαου̃ μου Ισραηλ καὶ ποιήσουσιν ἐν τη̨̃ Ιδουμαία̨ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου λέγει κύριος
15 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχη̃ς του̃ ἐξαλει̃ψαι ἕως αἰω̃νος
16 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολεθρεύσω Κρη̃τας καὶ ἀπολω̃ τοὺς καταλοίπους τοὺς κατοικου̃ντας τὴν παραλίαν
17 καὶ ποιήσω ἐν αὐτοι̃ς ἐκδικήσεις μεγάλας καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τω̨̃ δου̃ναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.