3 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοι̃ς κύμασιν αὐτη̃ς |
4 καὶ καταβαλου̃σιν τὰ τείχη Σορ καὶ καταβαλου̃σι τοὺς πύργους σου καὶ λικμήσω τὸν χου̃ν αὐτη̃ς ἀπ' αὐτη̃ς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν |
5 ψυγμὸς σαγηνω̃ν ἔσται ἐν μέσω̨ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοι̃ς ἔθνεσιν |
6 καὶ αἱ θυγατέρες αὐτη̃ς αἱ ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος |
7 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος ἀπὸ του̃ βορρα̃ βασιλεὺς βασιλέων ἐστίν μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγη̃ς ἐθνω̃ν πολλω̃ν σφόδρα |
8 οὑ̃τος τὰς θυγατέρας σου τὰς ἐν τω̨̃ πεδίω̨ μαχαίρα̨ ἀνελει̃ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλω̨ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτου̃ ἀπέναντί σου δώσει |
9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλει̃ ἐν ται̃ς μαχαίραις αὐτου̃ |
10 ἀπὸ του̃ πλήθους τω̃ν ἵππων αὐτου̃ κατακαλύψει σε ὁ κονιορτὸς αὐτω̃ν καὶ ἀπὸ τη̃ς φωνη̃ς τω̃ν ἱππέων αὐτου̃ καὶ τω̃ν τροχω̃ν τω̃ν ἁρμάτων αὐτου̃ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτου̃ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου |
11 ἐν ται̃ς ὁπλαι̃ς τω̃ν ἵππων αὐτου̃ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρα̨ ἀνελει̃ καὶ τὴν ὑπόστασίν σου τη̃ς ἰσχύος ἐπὶ τὴν γη̃ν κατάξει |
12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλει̃ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελει̃ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χου̃ν σου εἰς μέσον τη̃ς θαλάσσης ἐμβαλει̃ |
13 καὶ καταλύσει τὸ πλη̃θος τω̃ν μουσικω̃ν σου καὶ ἡ φωνὴ τω̃ν ψαλτηρίων σου οὐ μὴ ἀκουσθη̨̃ ἔτι |
14 καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνω̃ν ἔση̨ οὐ μὴ οἰκοδομηθη̨̃ς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος |