1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς ποιμένας του̃ Ισραηλ προφήτευσον καὶ εἰπὸν τοι̃ς ποιμέσι τάδε λέγει κύριος κύριος ὠ̃ ποιμένες Ισραηλ μὴ βόσκουσιν ποιμένες ἑαυτούς οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες |
3 ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε |
4 τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακω̃ς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθω̨ |
5 καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἰ̃ναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃ |
6 καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πα̃ν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τη̃ς γη̃ς διεσπάρη καὶ οὐκ ἠ̃ν ὁ ἐκζητω̃ν οὐδὲ ὁ ἀποστρέφων |
7 διὰ του̃το ποιμένες ἀκούσατε λόγον κυρίου |
8 ζω̃ ἐγώ λέγει κύριος κύριος εἰ μὴν ἀντὶ του̃ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πα̃σι τοι̃ς θηρίοις του̃ πεδίου παρὰ τὸ μὴ εἰ̃ναι ποιμένας καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν |
|
10 τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀποστρέψω αὐτοὺς του̃ μὴ ποιμαίνειν τὰ πρόβατά μου καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά καὶ ἐξελου̃μαι τὰ πρόβατά μου ἐκ του̃ στόματος αὐτω̃ν καὶ οὐκ ἔσονται αὐτοι̃ς ἔτι εἰς κατάβρωμα |
11 διότι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά |
12 ὥσπερ ζητει̃ ὁ ποιμὴν τὸ ποίμνιον αὐτου̃ ἐν ἡμέρα̨ ὅταν ἠ̨̃ γνόφος καὶ νεφέλη ἐν μέσω̨ προβάτων διακεχωρισμένων οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου οὑ̃ διεσπάρησαν ἐκει̃ ἐν ἡμέρα̨ νεφέλης καὶ γνόφου |
13 καὶ ἐξάξω αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συνάξω αὐτοὺς ἀπὸ τω̃ν χωρω̃ν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γη̃ν αὐτω̃ν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ισραηλ καὶ ἐν ται̃ς φάραγξιν καὶ ἐν πάση̨ κατοικία̨ τη̃ς γη̃ς |
14 ἐν νομη̨̃ ἀγαθη̨̃ βοσκήσω αὐτούς καὶ ἐν τω̨̃ ὄρει τω̨̃ ὑψηλω̨̃ Ισραηλ ἔσονται αἱ μάνδραι αὐτω̃ν ἐκει̃ κοιμηθήσονται καὶ ἐκει̃ ἀναπαύσονται ἐν τρυφη̨̃ ἀγαθη̨̃ καὶ ἐν νομη̨̃ πίονι βοσκηθήσονται ἐπὶ τω̃ν ὀρέων Ισραηλ |
15 ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος τάδε λέγει κύριος κύριος |
16 τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλει̃πον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος |
17 καὶ ὑμει̃ς πρόβατα τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου καὶ προβάτου κριω̃ν καὶ τράγων |
18 καὶ οὐχ ἱκανὸν ὑμι̃ν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε καὶ τὰ κατάλοιπα τη̃ς νομη̃ς ὑμω̃ν κατεπατει̃τε τοι̃ς ποσὶν ὑμω̃ν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοι̃ς ποσὶν ὑμω̃ν ἐταράσσετε |
19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τω̃ν ποδω̃ν ὑμω̃ν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τω̃ν ποδω̃ν ὑμω̃ν ἔπινον |
20 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου ἰσχυρου̃ καὶ ἀνὰ μέσον προβάτου ἀσθενου̃ς |
21 ἐπὶ ται̃ς πλευραι̃ς καὶ τοι̃ς ὤμοις ὑμω̃ν διωθει̃σθε καὶ τοι̃ς κέρασιν ὑμω̃ν ἐκερατίζετε καὶ πα̃ν τὸ ἐκλει̃πον ἐξεθλίβετε |
22 καὶ σώσω τὰ πρόβατά μου καὶ οὐ μὴ ὠ̃σιν ἔτι εἰς προνομήν καὶ κρινω̃ ἀνὰ μέσον κριου̃ πρὸς κριόν |
23 καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανει̃ αὐτούς τὸν δου̃λόν μου Δαυιδ καὶ ἔσται αὐτω̃ν ποιμήν |
24 καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ Δαυιδ ἐν μέσω̨ αὐτω̃ν ἄρχων ἐγὼ κύριος ἐλάλησα |
25 καὶ διαθήσομαι τω̨̃ Δαυιδ διαθήκην εἰρήνης καὶ ἀφανιω̃ θηρία πονηρὰ ἀπὸ τη̃ς γη̃ς καὶ κατοικήσουσιν ἐν τη̨̃ ἐρήμω̨ καὶ ὑπνώσουσιν ἐν τοι̃ς δρυμοι̃ς |
26 καὶ δώσω αὐτοὺς περικύκλω̨ του̃ ὄρους μου καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ὑετὸν εὐλογίας |
27 καὶ τὰ ξύλα τὰ ἐν τω̨̃ πεδίω̨ δώσει τὸν καρπὸν αὐτω̃ν καὶ ἡ γη̃ δώσει τὴν ἰσχὺν αὐτη̃ς καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐν ἐλπίδι εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ συντρι̃ψαί με τὸν ζυγὸν αὐτω̃ν καὶ ἐξελου̃μαι αὐτοὺς ἐκ χειρὸς τω̃ν καταδουλωσαμένων αὐτούς |
28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομη̨̃ τοι̃ς ἔθνεσιν καὶ τὰ θηρία τη̃ς γη̃ς οὐκέτι μὴ φάγωσιν αὐτούς καὶ κατοικήσουσιν ἐν ἐλπίδι καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν αὐτούς |
29 καὶ ἀναστήσω αὐτοι̃ς φυτὸν εἰρήνης καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνω̃ν |
30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ αὐτοὶ λαός μου οἰ̃κος Ισραηλ λέγει κύριος |
31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν λέγει κύριος κύριος |