ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 4
1 καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ' αὐτὴν πόλιν τὴν Ιερουσαλημ |
2 καὶ δώσεις ἐπ' αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχω̃νας καὶ περιβαλει̃ς ἐπ' αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλω̨ |
3 καὶ σὺ λαβὲ σεαυτω̨̃ τήγανον σιδηρου̃ν καὶ θήσεις αὐτὸ τοι̃χον σιδηρου̃ν ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον τη̃ς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ' αὐτήν καὶ ἔσται ἐν συγκλεισμω̨̃ καὶ συγκλείσεις αὐτήν σημει̃όν ἐστιν του̃το τοι̃ς υἱοι̃ς Ισραηλ |
4 καὶ σὺ κοιμηθήση̨ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας του̃ οἴκου Ισραηλ ἐπ' αὐτου̃ κατὰ ἀριθμὸν τω̃ν ἡμερω̃ν πεντήκοντα καὶ ἑκατόν ἃς κοιμηθήση̨ ἐπ' αὐτου̃ καὶ λήμψη̨ τὰς ἀδικίας αὐτω̃ν |
5 καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτω̃ν εἰς ἀριθμὸν ἡμερω̃ν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας καὶ λήμψη̨ τὰς ἀδικίας του̃ οἴκου Ισραηλ |
6 καὶ συντελέσεις ταυ̃τα πάντα καὶ κοιμηθήση̨ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψη̨ τὰς ἀδικίας του̃ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι |
7 καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν |
8 καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφη̨̃ς ἀπὸ του̃ πλευρου̃ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὑ̃ συντελεσθω̃σιν αἱ ἡμέραι του̃ συγκλεισμου̃ σου |
9 καὶ σὺ λαβὲ σεαυτω̨̃ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλει̃ς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτω̨̃ εἰς ἄρτους καὶ κατ' ἀριθμὸν τω̃ν ἡμερω̃ν ἃς σὺ καθεύδεις ἐπὶ του̃ πλευρου̃ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά |
10 καὶ τὸ βρω̃μά σου ὃ φάγεσαι ἐν σταθμω̨̃ εἴκοσι σίκλους τὴν ἡμέραν ἀπὸ καιρου̃ ἕως καιρου̃ φάγεσαι αὐτά |
11 καὶ ὕδωρ ἐν μέτρω̨ πίεσαι τὸ ἕκτον του̃ ιν ἀπὸ καιρου̃ ἕως καιρου̃ πίεσαι |
12 καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτω̃ν |
13 καὶ ἐρει̃ς τάδε λέγει κύριος ὁ θεὸς του̃ Ισραηλ οὕτως φάγονται οἱ υἱοὶ Ισραηλ ἀκάθαρτα ἐν τοι̃ς ἔθνεσιν |
14 καὶ εἰ̃πα μηδαμω̃ς κύριε θεὲ του̃ Ισραηλ ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσία̨ καὶ θνησιμαι̃ον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως του̃ νυ̃ν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πα̃ν κρέας ἕωλον |
15 καὶ εἰ̃πεν πρός με ἰδοὺ δέδωκά σοι βόλβιτα βοω̃ν ἀντὶ τω̃ν βολβίτων τω̃ν ἀνθρωπίνων καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ' αὐτω̃ν |
16 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμω̨̃ καὶ ἐν ἐνδεία̨ καὶ ὕδωρ ἐν μέτρω̨ καὶ ἐν ἀφανισμω̨̃ πίονται |
17 ὅπως ἐνδεει̃ς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτου̃ καὶ τακήσονται ἐν ται̃ς ἀδικίαις αὐτω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.